Vertalingen zijn enkel zichtbaar voor geregistreerde gebruikers. Gelieve in te loggen.

Tekst & aantekeningen:

Om dit als lesmateriaal te gebruiken, kan u gebruik maken van deze afdrukbare pagina.



Κωνσταντῖνος Ἰωάννῃ Πάρδῳ εὖ πράττειν.

Ὅταν πάλιν τὴν ἄγαν ἀγνωμοσύνην τῶν τυραννούντων ἐνθυμηθῶ καὶ τὴν ἀφόρητον ἐκείνην ἄμισθον παιδαγωγίαν, μετάμελος γίνομαι. Οὔτε γὰρ μισθὸς παρὰ τῶν ἀκουόντων οὔτε παρὰ τοῦ κρατοῦντος. Χωλοὺς μὲν γὰρ καὶ τυφλοὺς ἐλεοῦντες διδοάσι, σοφοὺς δὲ μισοῦντες ἀπελαύνουσι. Ποιητῶν δὲ καὶ ῥητόρων ὡς μαινομένων καταγελῶσι. Πάντ’ ἂν δρῷεν ἢ μισθώσαιντο Ἕλληνα. Εἰ δ’ ἀπιστεῖς, πειθέτω σε ἡ τῶν βροτῶν διάπειρα·ἡ μὲν γὰρ τῶν τυραννούντων φειδωλία Θεόδωρον ἐς ἄκρον πάσης σοφίας ἐληλακότα ἐς Καλαβρίαν ἀπήλασε καὶ ἐν Πολυκάστρῳ φεῦ ἀδόξως θανεῖν ἠνάγκασεν, Ἀνδρόνικον δὲ τὸν Κάλλιστον ἐς τὰς Βρεττανικὰς νήσους, ὅπου φίλων ἔρημος τέθνηκε. Φραγκούλιον δὲ ἄνδρα σοφὸν οὐκ οἶδα ποῦ τῆς Ἰταλίας, Δημήτριον δὲ ἐς τὴν πατρίδα ἐπανήκειν βαρβάροις δουλεύοντα. Παραλείπω δὲ τὸν σοφὸν ἐμὸν καθηγητὴν Ἰωάννην τὸν Ἀργυρόπουλον ἐν μέσῃ Ῥώμῃ πενόμενον καὶ καθ’ ἑκάστην τὰς ἑαυτοῦ βίβλους ἀποδιδόμενον.
ID Word
88 εὖ πράττειν
89 ἀγνωμοσύνην
90 ἐνθυμηθῶ
91 ἀφόρητον
92 ἄμισθον
93 παιδαγωγίαν
94 μετάμελος
95 Χωλοὺς
96 τυφλοὺς
97 ἐλεοῦντες
98 μαινομένων
99 δρῷεν
100 μισθώσαιντο
101 ἀπιστεῖς
102 πειθέτω σε
103 βροτῶν
104 διάπειρα
105 φειδωλία
106 Θεόδωρον
107 ἐληλακότα
108 Καλαβρίαν
109 ἀπήλασε
110 Πολυκάστρῳ
111 φεῦ
112 ἀδόξως
113 θανεῖν
114 Ἀνδρόνικον δὲ τὸν Κάλλιστον
115 φίλων ἔρημος
116 Φραγκούλιον
117 ποῦ τῆς Ἰταλίας
118 Δημήτριον
119 ἐπανήκειν
120 Παραλείπω
121 καθηγητὴν
122 Ἰωάννην τὸν Ἀργυρόπουλον
123 πενόμενον

Toelichting:

ID:

Gerelateerde passages:

Woord/Passage:

Toelichting:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0