Vertalingen zijn enkel zichtbaar voor geregistreerde gebruikers. Gelieve in te loggen.

Tekst & aantekeningen:

Om dit als lesmateriaal te gebruiken, kan u gebruik maken van deze afdrukbare pagina.



1) Aanroeping van de Muzen, ll. 1-10
Εὔχομαι ἀρχόμενος πρῶτον Μούσῃσιν ἁπάσαις
ἐλθέμεν εἰς στήθη ἐξ Ἑλικῶνος ἐμοῦ·
oὗτινος ἡδυεπεῖς γὰρ ἐνὶ στήθεσσι ναίουσι
Μοῦσαι, ὀρθῶσιν χείλεα καὶ σκολιά,
τούτου ἀπὸ γλυκείας γλώττης ῥα μελίφρονος αὐδή
ἐκβλύζει λιγέως νέκταρος ἡδυτέρα.
Χαίρετε οὖν Μοῦσαι Διὸς αἰγιόχοιο θύγατρες,
δεῦτε καὶ ἱμερόεν νῦν με διδάξατ’ ἔπος,
ὅττι μάλα σπεύδω δι’ ἀθεσφάτου ὕμνου ἀείδειν
τὴν πόλιν ἣ πασῶν νῦν κρατέει πόλεων.

2) Antwerpen homerisch vergeleken, ll. 25-30
ἣ ὡς πορφύρεον ῥόδον ἤματα φύει ἅπαντα
ἐν τοῖς ἱμερτοῖς ἄνθεσιν εἰαρινοῖς·
ἣ πασῶν πόλεων περίεστιν ὑπ’ οὐρανῷ ἄλλων,
λαμπρὴ ὡς ἄστρων, ἡλίου ἀγλαΐη.
Ναὶ μὰ τοίην οὔπω πόλιν εἶδον μηδ’ ἂν ἴδωμαι,
οἵη Ἀνδβέρπη φερτάτη ἐστὶ πόλις.

3) Antwerpen als mini-odyssee, ll. 365-372
Οὐχὶ ἀλωόμενος ποθέω ξὺν δίῳ Ὀδυσσεῖ
ἐννέα ἢ δέκ’ ἔτη πλεῦσαι ἐν ὠκεανῷ,
μήτε διὰ Σκύλλαν, τερατώδεα ἠὲ Χάρυβδιν,
ἄλγεα καὶ θυμῷ τόσσα τοιαῦτα παθεῖν,
εἵνεκα ἀλλοθρόων μερόπων τοῦ ἄστεα γνῶναι,
τὸν νοῦν ἠὲ ἔθη, ἤθεα, ἠὲ φυήν.
Νυνὶ γὰρ εἰσαθρέω ὀφθαλμοῖς εὐρὺν ἅπαντα
κόσμον· ὁμηγερέες τῇ μιᾷ ἐν πόλεϊ.
ID Word
524 Ἑλικῶνος
525 ἡδυεπεῖς
526 ἐλθέμεν
527 στήθη
528 ναίουσι
529 ὀρθῶσιν
530 σκολιά
531 ῥα
532 μελίφρονος
533 αὐδή
534 ἐκβλύζει
535 λιγέως
536 αἰγιόχοιο
537 ἱμερόεν
538 ἀθεσφάτου
539 ἀείδειν
540 ἣ
541 πορφύρεον
542 ῥόδον
543 ἤματα
544 φύει
545 ἱμερτοῖς
546 εἰαρινοῖς
547 ἣ
548 περίεστιν
549 ἀγλαΐη
550 Ναὶ μὰ
551 τοίην
552 μηδ’ ἂν ἴδωμαι
553 οἵη
554 φερτάτη
555 ἀλωόμενος
556 ποθέω
557 δίῳ
558 ἔτη
559 μήτε
560 τερατώδεα
561 τόσσα
562 εἵνεκα
563 ἀλλοθρόων
564 μερόπων
565 ἄστεα
566 ἠὲ
567 φυήν
568 εἰσαθρέω
569 ὁμηγερέες

Toelichting:

ID:

Gerelateerde passages:

Woord/Passage:

Toelichting:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0