Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Divr (vv. 2.408-434)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρηκομόωντας ἑταίρους.
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς τηλεμάχοιο.
δεῦτε φίλοι ἤϊα φερώμεθα. πάντα γὰρ ἤδη
ἀθρό᾽ ἐνὶ μεγάρῳ. μήτηρ δ᾽ ἐμὴ οὔ τι πέπυσται.
οὐδ᾽ ἄλλαι δμωαί. μία δ᾽ ὄιη μῦθον ἄκουσεν.
Ως ἄρα φωνήσας ἡγήσατο. τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
οἱ δ᾽ ἄρα πάντα φέροντες ἐϋσσέλμῳ ἐπὶ νηῒ
κάτθεσαν, ὡς ἐκέλευσεν ὀδυσσῆος φίλος υἱός.
ἀν δ᾽ ἄρα τηλέμαχος νηὸς βαῐν᾽, ἦρχε δ᾽ ἀθήνη,
νηῒ δ᾽ ἐνὶ πρυμνῇ κατά ῥ᾽ ἕζετο. ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς
ἕζετο τηλέμαχος. τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,
ἀν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληΐσι καθῖζον.
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις ἀθήνη
ἀκραῆ ζέφυρον κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον.
τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
ὅπλων ἅπτεσθαι. τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν.
ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
στῆσαν ἀείραντες. κατὰ δὲ προτόνοισιν ἔδησαν.
ἕλκον δ᾽ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν.
ἔπρησεν δ᾽ ἄνεμος μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα
στείρη πορφύρεον μεγάλ᾽ ἴαχε, νηὸς ἰούσης.
ἥδ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσουσα κέλευθον.
δησάμενοι δ᾽ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν,
στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο.
λεῖβον δ᾽ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
ἐκ πάντων δὲ μάλιστα διὸς γλαυκώπιδι κούρῃ.
παννυχίη μέν ῥ᾽ ἥ γε, καὶ ἠῷ πεῖρε κέλευθον.
ID Word
1244 θινὶ
1245 ἲς
1246 ἀθρό᾽
1247 πρυμνῇ
1248 ἀν
1249 βαῐν᾽
1250 ἀν δ᾽ ἄρα τηλέμαχος νηὸς βαῐν᾽, ἦρχε δ᾽ ἀθήνη,
1251 ἀν
1252 βάντες
1253 ἀν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληΐσι καθῖζον
1254 ἴκμενον
1255 ἵει
1256 ἀκραῆ
1257 κελάδοντ᾽
1258 ἅπτεσθαι
1259 ἱστὸν
1260 κοίλης
1261 ἔντοσθε
1262 μεσόδμης
1263 κατὰ
1264 ἔδησαν
1265 προτόνοισιν
1266 ἱστία
1267 λευκὰ
1268 ἐϋστρέπτοισι βοεῦσιν
1269 ἔπρησεν
1270 κῦμα
1271 ἴαχε
1272 διαπρήσουσα
1273 μέλαιναν
1274 ἐπιστεφέας
1275 αἰειγενέτῃσιν
1276 παννυχίη
1277 ἥ
1278 ἠῷ πεῖρε κέλευθον
1279 τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις ἀθήνη / ἀκραῆ ζέφυρον κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον
1280 τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις ἀθήνη ἀκραῆ ζέφυρον κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον
1281 τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι. τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν
1282 ἔπρησεν δ᾽ ἄνεμος μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα στείρη πορφύρεον μεγάλ᾽ ἴαχε, νηὸς ἰούσης. ἥδ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσουσα κέλευθον.

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0