Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Diiiv (vv. 2.377-407)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Ως ἄρ᾽ ἔφη. γηρῦς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
αὐτίκ᾽ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν.
ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋῤῥαφέεσσι δοροῖσιν.
τηλέμαχος δ᾽ ἐς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει.
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά γλαυκῶπις ἀθήνη.
τηλεμάχῳ δ’ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ.
καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον.
ἑσπερίους δ᾽ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
ἥ δ᾽ αὖτε φρονίοιο νοήμονα φαίδιμον υἱὸν
ᾔτεε νῆα θοήν. ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
δύσσε τότ᾽ ἠέλιος σκιόων τότε πᾶσαι ἀγυιαί.
καὶ τότε νῆα θοὴν ἅλαδ᾽ εἴρυσε. πάντα δ᾽ ἐν αὐτῇ
ὅπλ᾽ ἐτίθει. τά τε νῆες ἐΰσελμοι φορέουσιν.
στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῆς λιμένος. περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι
ἀθρόοι ἠγερέθοντο. θεὰ δ᾽ ὤτρυνεν ἕκαστον.
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά γλαυκῶπις ἀθήνη,
βῆ δ᾽ ἴμεναι πρὸς δώματ᾽ ὀδυσσῆος θείοιο.
ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευεν.
πλάζε δὲ πίνοντας. χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.
ὅιδ᾽ ἕυδειν ὤρνυντο κατὰ πόλιν. οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἕιατ᾽, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
αὐτὰρ τηλέμαχον προσέφη γλαυκῶπις ἀθήνη.
ἐκπροκαλεσσαμένη μεγάρων ἐυναιεταόντων,
μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν.
τηλέμαχ᾽ ἤδη μέν τοι ἐυκνήμιδες ἑταῐροι
εἵατ᾽ ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν.
ἀλλ᾽ ἴομεν. μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
Ως ἄρα φωνήσασ᾽ ἡγήσατο παλλὰς ἀθήνη
καρπαλίμως. ὅ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
εὗρον
ID Word
1210 δύσσε τότ᾽
1212 σκιόων τότε
1213 ἀπώμνυ
1214 ἐν
1215 χεῦεν
1217 τηλεμάχῳ δ’ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ
1218 ἀγέρεσθαι ἀνώγει
1219 νοήμονα φαίδιμον [...] / ᾔτεε
1220 ὁ δέ οἱ πρόφρων ὑπέδεκτο
1221 δύσσε[τό]
1222 σκιόων τότε [...] ἀγυιαί == σκιόωντό [...] ἀγυιαί
1223 εἴρυσε
1224 ἐΰσελμοι
1225 ἐπ᾽ ἐσχατιῆς λιμένος
1226 ἀθρόοι ἠγερέθοντο
1227 ἐπὶ
1228 ἔχευεν
1229 κατήλυθον
1230 πλάζε
1231 κύπελλα
1232 ἕιατ᾽
1233 ἕιατ᾽
1234 ἐκπροκαλεσσαμένη
1235 μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν
1236 ἐυκνήμιδες
1237 ἐπήρετμοι
1238 ὁδοῖο
1239 καρπαλίμως
1240 μετ᾽ ἴχνια
1241 ἐνόησε
1242 νοήμονα
1243 βῆ δ᾽ ἴμεναι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0