Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eir (vv. 3.8-38)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ἕιατο. καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους.
ἔνθ᾽ οἳ σπλάγχ’ ἐπάσαντο. θεῷ δ᾽ ἐπὶ μηρία καῖον.
ὅι δ᾽ ἰθὺς κατάγοντο, ἰδ᾽ ἱστία νηὸς ἐΐσης
στεῖλαν ἀείραντες. τὴν δ᾽ ὥρμισαν. ἐκ δ᾽ ἔβαν αὐτοί.
ἐκ δ᾽ ἄρα τηλέμαχος νηὸς βαῐν᾽. ἦρχε δ᾽ ἀθήνη.
τὸν προτέρη προσέειπε θεά γλαυκῶπις ἀθήνη.
Τηλέμαχ᾽, οὐ μέν σε χρὴ ἔτ᾽ αἰδοῦς οὐδ᾽ ἠβαιόν.
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
πατρός ὅπου κεύθε γαῐα, καὶ ὅντινα πότμον ἐπέσπεν.
ἀλλ᾽ ἄγε νῦν ἰθὺς κίε νέστορος ἱπποδάμοιο
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
λίσσεσθαι δέ μιν αὐτόν ὅπως νημερτέα εἴπῃ.
ψεῦδος δ᾽ οὐκ ἐρέει. μάλα γὰρ πεπνυμένος ἐστί.
Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
μέντορ. πῶς τ᾽ ἄρ᾽ ἴω, πῶς τ᾽ ἂρ προσπτύξομαι αὐτόν.
οὐδέ τι πω μύθοισι πεπείρημαι πυκινοῖσιν.
αἰδὼς δ᾽ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
Τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις ἀθήνη:
τηλέμαχ᾽. ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις.
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται. οὐ γὰρ ὀΐω
ὄυσε θεῶν ἀέκητι γενέσθαι, τε τραφέμεν τε.
Ως ἄρα φωνήσασ᾽ ἡγήσατο παλλὰς ἀθήνη
καρπαλίμως. ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
ἷξον δ᾽ ἐς πυλίων ἀνδρῶν ἄγυρίντε καὶ ἕδρας.
ἔνθ᾽ ἄρα νέστωρ ἧστο σὺν ὑιάσιν. ἀμφὶ δ᾽ ἑταῖροι
δαῐτ᾽ ἐντυνόμενοι κρέα τ᾽ ὤπτων. ἄλλα τ᾽ ἔπειρον.
οἱ δ᾽ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες.
χερσίν τ᾽ ἠσπάζοντο, καὶ ἑδριάασθαι ἄνωγον.
πρῶτος νεστορίδης πεισίστρατος ἐγγύθεν ἐλθὼν
ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε παρὰ δαιτὶ
κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι.
πάρ
ID Word
1309 προὔχοντο
1310 σπλάγχ’
1311 ἐπάσαντο
1312 ἐπὶ
1313 καῖον
1314 ἐπὶ μηρία καῖον
1315 στεῖλαν
1316 ἀείραντες
1317 ἰθὺς κατάγοντο
1318 ἐΐσης
1319 ὥρμισαν
1320 ἐκ
1321 βαῐν᾽
1322 σε χρὴ ἔτ᾽ αἰδοῦς οὐδ᾽ ἠβαιόν
1323 ἐπέπλως
1324 πύθηαι
1325 κεύθε
1326 ἐπέσπεν
1327 ἰθὺς
1328 κίε
1329 ἱπποδάμοιο
1330 εἴδομεν
1331 κέκευθε
1332 λίσσεσθαι
1333 ἐρέει
1334 προσπτύξομαι
1335 προσπτύξομαι
1336 προσπτύξομαι
1337 τι
1338 πεπείρημαι
1339 αὖ
1340 γεραίτερον
1341 ἐξερέεσθαι
1342 θεῶν ἀέκητι
1343 τραφέμεν
1344 ἡγήσατο
1345 καρπαλίμως
1346 καρπαλίμως
1347 σὺν ὑιάσιν
1348 ἐντυνόμενοι
1349 ἔπειρον
1350 ξείνους
1351 ἑδριάασθαι
1352 ἑδριάασθαι ἄνωγον
1353 ἵδρυσε
1354 κώεσιν ἐν μαλακοῖσιν
1355 ἐπὶ ψαμάθοις ἁλίῃσι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0