Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eiv (vv. 3.39-69)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



πάρ τε κασιγνήτῳ θρασυμήδεϊ, καὶ πατέρι ᾧ.
δῶκε δ᾽ ἄρα σπλάγχνων μοίρας. ἐν δ᾽ οἶνον ἔχευε
χρυσεῳ ἐν δέπαϊ. δειδισκόμενος δὲ προσηύδα
παλλάδ᾽ ἀθηναίην κούρην διὸς αἰγιόχοιο.
εὔχεο νῦν ὦ ξεῖνε ποσειδάωνι ἄνακτι.
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι ᾗ θέμις ἐστί.
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
σπεῖσαι. ἐπεὶ καὶ τοῦτον ὀΐομαι ἀθανάτοισιν
εὔχεσθαι. πάντες δὲ θεῶν χατέουσ᾽ ἄνθρωποι,
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῷ.
τοὔνεκά τοι προτέρῳ δώσω χρύσειον ἄλεισον.
Ως εἰπὼν, ἐν χειρσὶ τίθει δέπας ἡδέος οἴνου.
χαῐρε δ᾽ ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον.
αὐτίκα δ᾽ εὔχετο πολλὰ ποσειδάωνι ἄνακτι.
κλῦθι ποσείδαον γαιήοχε, μηδὲ μεγῄρῃς
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
νέστορι μὲν πρώτιστα καὶ ὑιάσι κῦδος ὄπαζε.
αὐτὰρ ἔπειτ᾽ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν,
σύμπασι πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
δὸς δ᾽ ἔτι τηλέμαχον, καὶ ἐμὲ πρήξαντα νέεσθαι.
οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῇ σὺν νηῒ μελαίνῃ.
Ως ἄρ᾽ ἔπειτ᾽ ἠρᾶτο, καὶ αὐτὴ πάντα τελεύτα.
δῶκε δὲ τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον.
ὣς δ᾽ ἅυτως ἠρᾶτο ὀδυσσῆος φίλος υἱός.
οἳ δ᾽ ἐπεί ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
μοίρας δασσάμενοι, δαίνυντ᾽ ἐρικυδέα δαῖτα.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε γερήνιος ἱππότα νέστωρ.
νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι,
ξείνους,
ID Word
1356 κασιγνήτῳ
1357 θρασυμήδεϊ
1358 ἐν
1359 ἔχευε
1360 ἔχευε

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0