Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eiiv (vv. 3.102-132)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ὦ φίλ᾽, ἐπεί μ᾽ ἔμνησας ὀϊζύος, ἥν ἐν ἐκείνῳ
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι ὗιες ἀχαιῶν,
ἢ μὲν ὅσα ξὺν νηυσὶν ἐπ᾽ ἠεροειδέα πόντον
πλαζόμενοι κατὰ ληΐδ᾽ ὅπῃ ἄρξειεν ἀχιλλεύς,
ἠδ᾽ ὅσα καὶ περί ἄστυ μέγα πριάμοιο ἄνακτος
μαρνάμεθ᾽. ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
ἔνθα μὲν ἄιας κεῖται ἀρήιος. ἔνθα δ᾽ ἀχιλλεύς.
ἔνθα δὲ πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος.
ἔνθα δ᾽ ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων
ἀντίλοχος. πέρι μὲν θείειν ταχὺς, ἠδὲ μαχητής.
ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακὰ. τίς κεν ἐκεῖνα,
πάντα γε μυθήσαιτο κατὰ θνητῶν ἀνθρώπων.
οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων,
ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι ἀχαιοί.
πρίν κεν ἀνηϊθεὶς, σὴν πατρίδα γαῐαν ἵκοιο.
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
παντοίοισι δόλοισι. μόγις δ᾽ ἐτέλεσσε κρονίων.
ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
ἤθελ᾽. ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος ὀδυσσεὺς
παντοίοισι δόλοισι πατὴρ τεός, εἰ ἐτεόν γε
κείνου ἔκγονός ἐσσι, σέβας μ᾽ ἔχει εἰσορόωντα.
ἦ τοι γὰρ μῦθοι γε ἐοικότες, οὐδέ κε φαίης
ἄνδρα νεώτερον, ὧδε ἐοικότα μυθήσασθαι.
ἔνθ᾽ ἦ τοι εἵως μὲν ἐγὼ καὶ δῖος ὀδυσσεὺς,
οὐ δέ τε ποτ᾽ εἰν ἀγορῇ δίχ᾽ ἐβάζομεν, οὔτ᾽ ἐνὶ βουλῇ.
ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόῳ, καὶ ἐπίφρονι βουλῇ,
φραζόμεθ᾽ ἀργείοισιν, ὅπως ὄχ᾽ ἄριστα γένηται.
αὐτὰρ ἐπεὶ πριάμοιο πόλιν διεπέρσαμεν αἰπὴν,
βῆμεν δὴ ἐν νήεσσι. θεὸς δ᾽ ἐσκέδασεν ἀχαιούς.
καὶ τότε δὴ ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
ἀργείοις.
ID Word
1366 γερήνιος
1367 ὀϊζύος
1368 μένος ἄσχετοι
1369 ἢ μὲν
1370 ὅπῃ
1371 κατὰ ληΐδ᾽
1372 ὅπῃ ἄρξειεν ἀχιλλεύς
1373 μαρνάμεθ᾽
1374 κατέκταθεν
1375 ἄιας
1376 θεόφιν
1377 θεόφιν μήστωρ ἀτάλαντος
1378 κρατερὸς
1379 θείειν
1380 ἀτάλαντος
1381 θείειν
1382 κατὰ
1383 πεντάετές
1384 ἐξερέοις
1385 κεῖθι
1386 ἀνηϊθεὶς
1387 ἀνηϊθεὶς
1388 ἵκοιο
1389 εἰνάετες
1390 εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι.
1391 εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι.
1392 μόγις
1393 ὁμοιωθήμεναι ἄντην
1394 ἐτεόν
1395 κείνου ἔκγονός
1396 ἔκγονός
1397 σέβας
1398 εἰσορόωντα
1399 φαίης
1400 ἐοικότα
1401 εἵως
1402 εἵως
1403 δίχ᾽ ἐβάζομεν
1404 ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόῳ
1405 ὄχ᾽
1406 ὄχ᾽
1407 διεπέρσαμεν
1408 αἰπὴν
1409 ἐσκέδασεν
1410 μήδετο
1411 θεὸς δ᾽ ἐσκέδασεν ἀχαιούς
1412 βῆμεν
1413 ἐν
1414 δῖος ὀδυσσεὺς

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0