Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eiir (vv. 3.70-101)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ξείνους, οἵ τινές εἰσιν. ἐπεὶ τάρπησαν ἐδωδῆς.
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
ἤ τι κατά πρῆξιν, ἢ μαψιδίως ἀλάλησθε,
οἷά τε ληϊστῆρες ὑπὲρ ἅλα τοί τ᾽ ἀλόωνται,
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
Τὸν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα
θαρσήσας. αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος ἀθήνη
θῆχ᾽, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
ὦ νέστορ νηληϊάδη, μέγα κῦδος ἀχαιῶν,
εἴρεαι ὁπόθεν εἰμέν. ἐγὼ δέ καίτοι καταλέξω.
ἡμεῖς ἐξ ἰθάκης ὑπονηίου εἰλήλουθμεν.
πρῆξις δ᾽ ἰδίη, οὐ δήμιος ἣν ἀγορεύσω.
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι ἤν που ἀκούσω,
δίου ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασιν
σὺν σοὶ μαρνάμενον τρῴων πόλιν ἐξαλαπάξαι.
ἄλλους μὲν γὰρ πάντας, ὅσοι τρῳσὶν πολέμιζον,
πευθόμεθ᾽ ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ.
κείνου δ᾽ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε κρονίων.
οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ᾽ ὄλωλεν,
εἴθ᾽ ὅ γ᾽ ἐπ᾽ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν ἀμφιτρίτης.
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κε θέλησθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
ὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσας
πλαζομένου. πέρι γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ.
μὴ δέ τί μ᾽ αἰδόμενος μειλίσσεο μὴ δ᾽ ἐλεαίρων.
ἀλλ᾽ εὖ μοι κατάλεξονμ ὃπως ἤντησας ὀπωπῆς
λίσσομαι. εἴ ποτέ τοί τι πατὴρ ἐμὸς ἐσθλὸς ὀδυσσεύς,
ἢ ἔπος, ἢ ἔτι ἔργον ὑποστὰς ἐξετέλεσσε
δήμῳ ἔνι τρῴων, ὅθι πάσχετε πήματ᾽ ἀχαιοί,
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἔνισπε.
Τὸν
ID Word
1362 μειλίσσεο
1363 ἤντησας ὀπωπῆς
1364 ὑποστὰς ἐξετέλεσσε
1365 ἔνισπε

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0