Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eiiiv (vv. 3.164-194)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



αὖτις ἐπ᾽ ἀτρεΐδῃ ἀγαμέμνονι ἦρα φέροντες.
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο
φεῦγον. ἐπεὶ γίγνωσκον ὃδὴ κακὰ μήδετο δαίμων.
φεῦγε δὲ τυδέος υἱὸς ἀρήϊος. ὦρσε δ᾽ ἑταίρους.
ὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς μενέλαος.
ἐν λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
ἢ καθύπερθε χίοιο νεοίμεθα παιπαλοέσσης,
νήσου ἐπὶ ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες.
ἢ ὑπένερθε χίοιο παρ᾽ ἠνεμόεντα μίμαντα.
ᾐτέομεν δὲ θεὸν φῆναι τέρας. αὐτὰρ ὅ γ᾽ ἡμῖν
δεῖξε. καὶ ἠνώγει πέλαγος μέσον εἰς ἔυβοιαν
τέμνειν, ὄφρα τάχιστα ὑπὲκκακότητα φύγοιμεν.
ὦρτο δ᾽ ἐπὶλιγὺς οὖρος ἀήμεναι. αἱ δὲ μάλ᾽ ὦκα
ἰχθυόεντα κέλευθα διέδραμον. ἐς δὲ γεραιστὸν
ἐννύχιαι κατάγοντο. ποσειδάωνι δὲ ταύρων
πόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
τέτρατον ἦμαρ ἔην, ὅτ᾽ ἐν ἄργεϊ νῆας ἐΐσας
τυδείδεω ἑτάροι διομήδεος ἱπποδάμοιο
ἔστασαν. αὐτὰρ ἔγω γε πύλονδ᾽ ἔχον, οὐδέ ποτ᾽ ἔσβη
οὖρος. ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
ὣς ἦλθον φίλε τέκνον ἀπευθής. οὐδέ τι οἶδα
κείνων οἵ τ᾽ ἐσάωθεν ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο.
ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
πεύθομαι, ᾗ θέμις ἐστὶ δαήσεαι. οὐδέ σε κεύσω.
εὖ μὲν μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους,
οὗς ἄγ᾽ ἀχιλλῆος μεγαθύμου φαίδιμος ὑιός.
εὖ δὲ φιλοκτήτην ποιάντιον ἀγλαὸν ὑιόν.
πάντας δ᾽ ἰδομενεὺς κρήτην εἰσήγαγ᾽ ἑταίρους.
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα.
ἀτρείδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντες,
ὥς τ᾽ ἦλθ᾽, ὥς τ᾽ αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
ἀλλ᾽
ID Word
1469 ἦρα
1470 ἀολλέσιν
1471 τυδέος υἱὸς
1472 ὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς μενέλαος
1473 μετὰ
1474 ἐν λέσβῳ
1475 ἔκιχεν
1476 δολιχὸν
1477 καθύπερθε
1478 χίοιο
1479 νεοίμεθα
1480 παιπαλοέσσης
1481 ψυρίης
1482 ἀριστέρ᾽
1483 ψυρίης
1484 ἐν λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, ἢ καθύπερθε χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἐπὶ ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες. ἢ ὑπένερθε χίοιο παρ᾽ ἠνεμόεντα μίμαντα.
1485 ὑπὲκκακότητα
1486 ὑπὲκ
1487 φύγοιμεν
1488 κακότητα
1489 ὦρτο
1490 ἐπὶ
1491 ὦρτο δ᾽ ἐπὶλιγὺς οὖρος ἀήμεναι. αἱ δὲ μάλ᾽ ὦκα ἰχθυόεντα κέλευθα διέδραμον. ἐς δὲ γεραιστὸν ἐννύχιαι κατάγοντο.
1492 ἔθεμεν
1493 γεραιστὸν
1494 νῆας
1495 ἔχον
1496 ἔσβη
1497 οὐδέ ποτ᾽ ἔσβη / οὖρος
1498 φίλε τέκνον
1499 ἀπευθής
1500 ἀπόλοντο
1501 ἐσάωθεν
1502 ᾗ
1503 ἐγχεσιμώρους
1504 ἐλθέμεν
1505 μυρμιδόνας
1506 ἄγ᾽
1507 ἀχιλλῆος μεγαθύμου φαίδιμος ὑιός
1508 φιλοκτήτην
1509 ποιάντιον
1510 ἰδομενεὺς
1511 ἐμήσατο
1512 ἀπηύρα
1513 ἀπηύρα

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0