Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Eivr (vv. 3.195-225)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ἀλλ᾽ ἤ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,
ὡς ἀγαθὸν, καὶ παῐδα καταφθιμένοιο λιπέσθαι
ἀνδρὸς, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα
αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα.
καὶ σὺ φίλος. μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε
ἄλκιμος ἔσσ᾽. ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
Τὸν δ᾽ ἆυ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα.
ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν.
καὶ λίην κεῖνος μὲν ἐτίσατο. καί οἱ ἀχαιοὶ
οἴσουσι κλέος εὐρὺ, καὶ ἐσσομένοισιν ἀοιδήν.
εἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν παραθεῖεν,
τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς.
οἵ τέ μοι ὑβρίζοντες ἀθάσθαλα μηχανόωνται.
ἀλλ᾽ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον
πατρί τ᾽ ἐμῷ καὶ ἐμοί. νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ὦ φίλ᾽ ἐπει δὴ ταῦτα μ᾽ ἀνέμνησας καὶ ἔειπες.
φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι.
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι ἦ σέ γε λαοὶ
ἐχθαίρουσ᾽ ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ.
τίς δ᾽ οἶδ᾽ εἰκέ ποτέ σφι βίας ἀποτίσεται ἐλθὼν,
ἢ ὅ γε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες ἀχαιοί.
εἰ γάρ σ᾽ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις ἀθήνη,
ὡς τότ᾽ ὀδυσσῆος περικήδετο κυδαλίμοιο
δήμῳ ἔνι Τρῴων, ὅθι πάσχομεν ἄλγε᾽ ἀχαιοί.
οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
ὡς κείνῳ ἀναφανδὰ παρίστατο παλλὰς ἀθήνη.
εἴ σ᾽ οὕτω γ’ ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ.
τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
Τὸν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα.
ὦ γέρον
ID Word
1514 καταφθιμένοιο
1515 ἐτίσατο
1516 ὡς ἀγαθὸν, καὶ παῐδα καταφθιμένοιο λιπέσθαι / ἀνδρὸς
1517 ἔκτα
1518 ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ
1519 ἔσσ᾽
1520 λίην
1521 εἲ
1522 παραθεῖεν
1523 ὑπερβασίης ἀλεγεινῆς
1525 ὄλβον
1526 ἐπέκλωσαν
1527 τετλάμεν
1528 ἔμπης
1529 τετλάμεν
1530 σέθεν
1531 σέθεν
1532 μηχανάασθαι
1533 μηχανόωνται
1534 ἠὲ
1535 ἑκὼν
1536 ὑποδάμνασαι
1537 ὑποδάμνασαι
1538 ἦ σέ γε λαοὶ / ἐχθαίρουσ᾽ ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ
1539 ἐχθαίρουσ᾽
1542 εἰκέ
1543 εἰ
1544 σφι βίας
1545 ὣς
1546 περικήδετο
1547 κυδαλίμοιο
1548 φιλεῦντας
1549 ἀναφανδὰ
1550 ἐκλελάθοιτο
1551 τῷ

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0