Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Aiiv (vv. 1.27-57)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ζηνὸς ἐνὶ μεγάροισιν ὀλυμπίου ἀθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶντε θεῶντε.
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος αἰγίσθοιο,
τόν ῥ᾽ ἀγαμεμνονίδης τηλέκλυτος ἔκταμ᾽ ὀρέστης.
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς, ἔπε᾽ ἀθανάτοισι μετηύδα.
Ω πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰταιόωνται.
ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν, ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν.
ὡς καὶ νῦν ἄιγισθος ὑπὲρ μόρον, ἀτρείδαο
γῆμ᾽ ἄλοχον μνηστήν. τὸν δ᾽ ἔκτανε νοστήσαντα
εἰδὼς αἰπὺν ὄλεθρον. ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
ἑρμείαν πέμψαντες, ἐϋσκοπον ἀργειφόντην,
μήτ᾽ αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν.
ἐκ γὰρ ὀρέσταο τίσις ἔσσεται ἀτρείδαο,
ὁππότ᾽ ἂν ἡβήσῃ τε, καὶ ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ᾽ ἑρμείας. ἀλλ᾽ οὐ φρένας αἰγίσθοιο
πεῖθ᾽ ἀγαθὰ φρονέων. νύν δ᾽ ἀθρόα πάντ᾽ ἀπέτισε.
Τόν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις ἀθήνη.
ὦ πάτερ ἡμέτερε κρονίδη ὕπατε κρειόντων.
καὶ λίην κεῖνος γε ἐοικότι κεῖται ὀλέθρῳ.
ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά μοι ἀμφ᾽ ὀδυσῦϊ δαΐφρονι δαίεται ἦτορ
δυσμόρῳ. ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει,
νήσῳ ἐν ἀμφιρύτῃ, ὅθιτ᾽ ὀμφαλός ἐστι θαλάσσης
νῆσος δενδρήεσσα, θεά δ᾽ ἐν δώμασι ναίει,
ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
μακράς, αἳ γαῖαν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει.
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
θέλγει, ὅπως ἰθάνης ἐπιλήσεται, αὐτὰρ ὀδυσσεὺς
ἱέμενος
[Illegible note]
ID Word
114 ἐνὶ
115 μεγάροισιν
116 ἀθρόοι
117 ζηνὸς ἐνὶ μεγάροισιν ὀλυμπίου ἀθρόοι ἦσαν.
118 τοῖσι
119 μύθων
120 ἀμύμονος
121 τόν
122 τηλέκλυτος
123 τηλέκλυτος
124 ἀθανάτοισι
125 μετηύδα
126 ἀθανάτοισι μετηύδα
127 νυ
128 Ω πόποι
129 ἔμμεναι
130 ἡμέων
131 ὑπὲρ μόρον
132 Ω πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰταιόωνται. ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν, ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν.
133 γῆμ᾽
134 ἄλοχον
135 μνηστήν
136 τὸν
137 ἄλοχον
138 πρό
139 οἱ
140 εἴπομεν
141 ἑρμείαν
142 ἐϋσκοπον
143 ἀργειφόντην
144 μνάασθαι
145 μνάασθαι
146 ἐκ
148 τίσις
149 ὁππότ᾽
150 ἡβήσῃ
151 ἧς
152 ἱμείρεται
153 αἴης
154 αἴης
155 φρένας
156 ἱμείρεται
157 πεῖθ᾽
158 φρονέων
159 ἀθρόα
160 ἀπέτισε
161 Τόν
162 ἠμείβετ᾽
163 κρειόντων
164 ὕπατε
165 λίην
166 λίην
167 κεῖνος
168 ἐοικότι
169 κεῖται ὀλέθρῳ
170 Τόν δ᾽ ἠμείβετ᾽ ἔπειτα
172 ὡς
173 ῥέζοι
174 δαίεται
175 ἦτορ
176 ἀμφ᾽ ὀδυσῦϊ δαΐφρονι δαίεται ἦτορ / δυσμόρῳ
177 δαΐφρονι
178 δαίεται
180 δηθὰ
181 πήματα
182 νήσῳ
183 νήσῳ ἐν ἀμφιρύτῃ
184 ὅθιτ᾽
185 ὀμφαλός
186 νῆσος δενδρήεσσα
187 ὀλοόφρονος
188 πάσης
189 βένθεα
190 κίονας
191 ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖαν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
192 ἀμφὶς
193 ἔχουσιν
194 δύστηνον
195 δύστηνον
196 ὀδυρόμενον
197 κατερύκει
198 αἱμυλίοισι
199 θέλγει
200 ἐπιλήσεται
201 βένθεα
202 κίονας αὐτὸς / μακράς
203 ἄπο
1650 [Illegible note]
1651 δυσμόρῳ
4383 ἰθάνης

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0