Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Aiiir (vv. 1.58-88)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ἱέμενος καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ὀλύμπιε. οὔ νύ τ᾽ ὀδυσσεὺς
ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ρἕζων
τροίῃ ἐν εὐρείῃ. τί νύ οἱ τόσον ὠδύσαο, ζεῦ.
Τὴν δ᾽ ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα ζεύς.
τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
πῶς ἂν ἔπειτ᾽ ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν. περὶ δ᾽ ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλὰ ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν
ἀντίθεον πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
πᾶσι κυκλώπεσσι. θόωσα δέ μιν τέκε νύμφη,
φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέσσι γλαφυροῖσι ποσειδάωνι μιγεῖσα.
ἐκ τοῦ δὴ ὀδυσῆα ποσειδάων ἐνοσίχθων,
οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.
ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
νόστον ὅπως ἔλθησι. ποσειδάων δὲ μεθήσει
ὃν χόλον. οὐ μὲν γὰρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων, ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
Τον δ᾽ ἠμείβετ᾽ ἔπειτα, θεὰ γλαυκῶπις ἀθήνη.
ὦ πάτερ ἡμέτερε κρονίδη ὕπατε κρειόντων.
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,
νοστῆσαι ὀδυσῆα δαΐφρονα ὅνδε δόμονδε.
ἑρμείαν μὲν ἔπειτα δϊάκτορον ἀργειφόντην
νῆσον ἐς ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
νύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλὴν,
νόστον ὀδυσσῆος ταλασΐφρονος, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν ἰθάκηνδ᾽ ἐσελεύσομαι, ὄφρά οἱ υἱὸν
μᾶλλον
ID Word
204 καπνὸν
205 ἀποθρώσκοντα
206 νυ
207 περ
208 νυ
209 θανέειν
211 νύ
212 νηυσὶ
213 νύ
214 τόσον
215 ὠδύσαο
216 τροίῃ ἐν εὐρείῃ
217 ὠδύσαο
218 ἀπαμειβόμενος
219 νεφεληγερέτα
221 νεφεληγερέτα
222 ἕρκος
225 περὶ
226 ἐστὶ
227 νόον
228 ἱρὰ
229 τοὶ
231 ἕρκος
233 γαιήοχος
234 ἀσκελὲς
235 αἰὲν
236 ἀλάωσεν
237 ὀφθαλμοῦ ἀλάωσεν
238 κύκλωπος
240 ἀντίθεον
241 ὅου
242 πᾶσι
243 θόωσα
244 δέ μιν
245 μιν
246 τέκε
247 μέδοντος
248 μιγεῖσα
250 ἐκ τοῦ δὴ
252 ἐνοσίχθων
253 οὔ τι
254 πλάζει
255 ἀτρυγέτοιο
256 ἄγεθ᾽
257 ἡμεῖς οἵδε περιφραζώμεθα πάντες / νόστον
258 ἔλθησι
259 ἔλθησι
260 ποσειδάων δὲ μεθήσει / ὃν χόλον
261 οὐ
262 ἀέκητι
263 ἐριδαινέμεν
264 ἐριδαινέμεν οἶος
265 φίλον
267 νοστῆσαι
268 ὅνδε δόμονδε
269 δϊάκτορον
270 ὄφρα
271 ὀτρύνομεν
272 ἐϋπλοκάμῳ
273 νημερτέα
274 βουλὴν
275 κε
276 νέηται
277 ταλασΐφρονος
278 ἐγὼν
279 οἱ
281 τι
282 ὀτρύνομεν
283 νημερτέα
1652 θανέειν
1654 εὐρείῃ.
1655 περὶ [...] ἐστὶ
1656 περὶ

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0