Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Fir (vv. 3.257-287)

Comment: Aegidius' annotations stop abruptly on this folium.

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page

Images:

Text & notes:

Text

Table

Annotations



ἀτρείδης τροίηθεν ἰὼν ξανθὸς μενέλαος:
τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν.
ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν,
κείμενον ἐν πεδίῳ ἑκὰς ἄργεος. οὐδέ κε τίς μιν
κλαῦσεν ἀχαιϊάδων. μάλα γὰρ μέγα μήσατο ἔργον.
ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
ἥμεθ᾽. ὅ δ᾽ ἔυκηλος μυχῷ ἄργεος ἱπποβότοιο,
πόλλ᾽ ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν.
ἥδ᾽ ἤ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
δῖα κλυταιμνήστρη. φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσι.
πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ᾽ ἐπέτελλεν
ἀτρείδης, τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην,
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι.
τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
πολλὰ δὲ μηρί᾽ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς.
πολλὰ δ᾽ ἀγάλματ᾽ ἀνῆψεν, ὑφάσματά τε χρυσόντε,
ἐκτελέσας μέγα ἔργον ὃ ὄυποτε ἔλπετο θυμῷ.
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
ἀτρείδης καὶ ἐγὼ φίλα εἰδότες ἀλλήλοισιν.
ἀλλ᾽ ὅτε σούνιον ἱρὸν ἀφικόμεθ᾽ ἄκρον ἀθηνῶν,
ἔνθα κυβερνήτην μενελάου γοῖβος ἀπόλλων
οἷς ἀγανοῖσι βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντ
φρόντιν ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ᾽ ἀνθρώπων
νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
ὣς ὁ μὲν ἔνθα κατέσχετ’ ἐπειγόμενός περ ὁδοῖο,
ὄφρ᾽ ἕταρον θάπτοι, καὶ ἐπι κτέρεα κτερίσειεν.
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
ἐν νηυσὶ γλαφυρῇσι μαλειάων ὄρος αἰπὺ,
ἷξε
ID Word
1603 τροίηθεν
1604 θανόντι χυτὴν
1605 ἐπὶ
1606 ἔχευαν
1607 ἔχευαν
1608 οἰωνοὶ
1609 κατέδαψαν
1610 ἑκὰς
1611 κεῖθι
1612 ὅ δ᾽ ἔυκηλος μυχῷ ἄργεος ἱπποβότοιο, πόλλ᾽ ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν.
1613 ἄλοχον
1614 θέλγεσκ᾽
1615 ὅ
1616 ἔυκηλος
1617 μυχῷ
1618 ἄργεος ἱπποβότοιο
1620 ἤ τοι
1621 ἥδ᾽
1622 ἀναίνετο
1623 ἀεικὲς
1624 πὰρ
1625 ἔην
1626 πόλλ᾽
1627 ἐπέτελλεν
1628 ἀτρείδης
1629 ἐπέδησε δαμῆναι
1630 πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνήρ
1631 κάλλιπεν
1632 ἕλωρ
1633 κύρμα
1634 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι.
1635 ἔκηε
1636 ὑφάσματά
1637 ἀγάλματ᾽ ἀνῆψεν
1638 ἔλπετο
1639 φίλα εἰδότες ἀλλήλοισιν
1640 ἱρὸν
1641 ἄκρον
1642 ἄκρον
1643 κυβερνήτην
1644 ἐποιχόμενος
1645 πηδάλιον
1646 φρόντιν
1647 ὀνητορίδην

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0