Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Biv (vv. 1.213-243)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
τοι γὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
μήτηρ μέντ’ ἐμέ φησι τοῦ ἔμμεναι. αὐτὰρ ἐγώγε
οὐκ οἶδα. οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς, ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων.
τοῦ μ᾽ ἔκφασι γενέσθαι ἐπεὶ σύ με τουτ᾽ ἐρεείνεις.
Τὸν δ᾽ αὖτε προσέειπε θεά γλαυκῶπις ἀθήνη.
οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμον ὀπίσσω
θῆκαν. ἐπεὶ σέ γε τοῖον ἐγείνατο πηνελόπεια.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.
τίς δαίς; τίς δὲ ὅμιλος ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;
εἰλαπίν᾽ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν.
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ᾽ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα
ξεῖν᾽. ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
μέλλεν μέν ποτε οἶκος ὅ δ᾽ ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν.
νῦν δ᾽ ἑτέρως ἐβούλοντο θεοὶ κακὰ μητιόωντες.
οἳ κεῖνον μὲν ἄϊστον ἐποίησαν περὶ πάντων
ἀνθρώπων. ἐπεὶ οὔκε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
εἰ μετὰ οἷς ἑτάροισι δάμη τρῴων ἐνὶ δήμῳ
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν παναχαιοί,
ἠδέ κε, καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο:
οἴχετ᾽ ἄϊστος, ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε, γόους τε
κάλλιπεν. οὐδ’ ἔτι κεῖνον ὀδυρόμενος στεναχίζω
οἶον.
ID Word
465 πεπνυμένος
467 μέντ’
468 τοῦ
469 πεπνυμένος ἀντίον ηὔδα
470 οὐ
471 πω
472 οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω
473 οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω
474 ὄφελον
475 τευ
476 ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε
477 ὡς δὴ ἐγώ γ᾽ ὄφελον [...] ἔμμεναι
478 τοῦ
479 ἔκφασι
480 νώνυμον
481 ὀπίσσω
482 τοῖον
483 νώνυμον
484 δαίς
485 ὅμιλος
486 ἔπλετο
487 τίπτε
488 χρεώ
489 εἰλαπίν᾽ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος
490 ἠὲ
493 ὑβρίζοντες ὑπερφιάλως
494 ὑπερφιάλως
495 δαίνυσθαι
496 νεμεσσήσαιτό
497 κεν
498 ὁρόων
499 πινυτός
500 μετέλθοι
501 ἂρ
502 μεταλλᾷς
503 δ᾽ ἀφνειὸς
504 ἀμύμων
505 ὄφρ᾽
506 ἐπιδήμιος
507 νῦν
508 ἐβούλοντο
509 μητιόωντες
510 μητιόωντες
511 ἄϊστον
512 περὶ
513 θανόντι περ ὧδ᾽ ἀκαχοίμην
514 τολύπευσε
515 τῷ
516 τύμβον
517 καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽
518 ἀκλειῶς
519 ἅρπυιαι
520 ἀνηρείψαντο
521 ἄπυστος
522 γόους
523 κάλλιπεν
524 στεναχίζω
1663 ὀδυρόμενος στεναχίζω
4349 τάδε

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0