Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Bir (vv. 1.182-212)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



νῦν δ᾽ ὧδε ξὺν νηῒ κατήλυθον ἠδ᾽ ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
ἐς τεμέσην μετὰ χαλκόν. ἄγω δ᾽ αἴθωνα σίδηρον.
νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
ἐν λιμένι ῥείθρῳ ὑπὸ νηίῳ ὑλήεντι.
ξεῖνοι δ᾽ ἀλλήλων πατρώϊοι εὐχόμεθ᾽ εἶναι
ἐξ ἀρχῆς, εἴπέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
λαέρτην ἥρωα. τὸν οὐκέτι φασὶ πόλινδε
ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν,
γρηῒ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε, πόσιντε
παρτιθεῖ, εὖτ᾽ ἄνμιν κάματος κατὰ γυῖα λάβησι,
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
νῦν δ᾽ ἦλθον. δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι
σὸν πατέῤ, ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος ὀδυσσεὺς,
ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
νήσῳ ἐν ἀμφιρύτῃ. χαλεποὶ δέμιν ἄνδρες ἔχουσιν
ἄγριοι, οἵπου κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω.
οὔτέ τι μάντις ἐὼν, οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
οὔτι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται. οὐδ᾽ εἴπέρ τε σιδήρεα δέσματ᾽ ἔχησι.
φράσσεται ὥς κε νέηται. ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
εἰδὴ ἐξ αὐτοῖο τόσος πάϊς εἶς ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ. ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισι,
πρίν γε τὸν ἐς τροίην ἀναβήμεναι, ἔνθαπερ ἄλλοι
ἀργείων οἱ ἄριστοι ἔβαν, κοίλῃς ἐνὶ νηυσίν.
ἐκ τοῦ δ᾽ οὔτ᾽ ὀδυσῆα ἐγὼν ἴδον, οὔτ᾽ ἔμὲ κεῖνος.
τὴν
ID Word
401 ἐπὶ
402 οἴνοπα
403 ἀλλοθρόους
404 τεμέσην
405 μετὰ
406 ἄγω
407 αἴθωνα
408 ἕστηκεν
409 νόσφι
410 λιμένι
411 ῥείθρῳ
412 νηίῳ
413 ὑλήεντι
415 εἴρηαι
416 εἴρηαι
417 ἀλλήλων
418 εὖτ᾽
419 ἄνμιν
420 κάματος
421 γυῖα
422 λάβησι
423 ἑρπύζοντ᾽
424 ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
425 οἰνοπέδοιο
426 ἐπιδήμιον εἶναι
427 βλάπτουσι
428 κελεύθου
429 οὐ
430 πω
431 ἐπὶ χθονὶ
432 δέμιν
433 οἵπου
434 ἐρυκανόωσ᾽
435 ἀέκοντα
436 ἐνὶ
437 βάλλουσι
438 τελέεσθαι
439 ὀίω
440 ἐρυκανόωσ᾽
441 τι
442 ἐὼν
443 οἰωνῶν
444 σάφα
445 εἰδώς
446 δηρόν
447 ἀπὸ
448 ἔσσεται
449 ἔχησι
450 φράσσεται
451 φράσσεται ὥς κε νέηται.
452 πολυμήχανός
453 εἰδὴ
454 τόσος
455 εἶς
456 αἰνῶς
457 θαμὰ
458 τοῖον
459 ἐμισγόμεθ᾽
460 ἔνθαπερ
461 ἔβαν
462 κοίλῃς ἐνὶ
463 ἐκ τοῦ

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0