Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Biir (vv. 1.244-274)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



οἶον. ἐπεὶ νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
δουλιχίῳ τε, σάμῃτε, καὶ ὑλήεντι ζακύνθῳ,
ἠ δ᾽ ὅσσοι κραναὴν ἰθάκην κατακοιρανέουσι,
τόσσοι μητέῤ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
ἥδ᾽ ὄυτ᾽ ἀρνεῖται στυγερὸν γάμον, οὔτε τελευτὴν
ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν. τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν.
Τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα παλλὰς ἀθήνη.
ὦ πόποι. ἦ δὴ πολλὸν ἀποιχομένου ὀδυσῆος
δεύει, ὅκε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
σταίη, ἔχων πήληκα, καὶ ἀσπίδα καὶ δύο δοῦρε.
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε, τερπόμενόντε,
ἐξ ἐφύρης ἀνιόντα παρ᾽ ἴλου μερμερίδαο.
ᾤχετο γὰρ κἀκεῖσε θοῆς ἐπὶ νηὸς ὀδυσσεὺς,
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας. ἀλλ᾽ ὁ μὲν, οὔ οἱ
δῶκεν. ἐπεί ῥὰ θεοὺς νεμεσίζετο αἰὲν ἐόντας.
ἀλλὰ πατήρ οἱ, δῶκεν ἐμός. φιλέεσκε γὰρ αἰνῶς,
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ὀδυσσεύς,
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο, πικρόγαμοί τε.
ἀλλ᾽ ἤ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ἤκεν νοστήσας ἀποτίσεται, ἠὲ καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι. σὲ δὲ φράζεσθαι ἄνωγα,
ὅππως κεν μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων.
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας ἀχαιοὺς,
μύθον πέφραδε πᾶσι. θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.
μνηστῆρας μὲν, ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι.
μητέ
ID Word
525 κήδε᾽
526 ἔτευξαν
527 ἄριστοι
528 ὑλήεντι
529 δουλιχίῳ τε, σάμῃτε, καὶ ὑλήεντι ζακύνθῳ
530 κραναὴν
531 κατακοιρανέουσι
532 κατακοιρανέουσι
533 δουλιχίῳ τε, σάμῃτε, καὶ ὑλήεντι ζακύνθῳ
534 τρύχουσι
535 μνῶνται
536 ἥδ᾽
537 ἀρνεῖται στυγερὸν γάμον
539 τελευτὴν
540 τοὶ
541 φθινύθουσιν
542 τάχα
543 δεύει
544 ὅκε
545 ἀναιδέσι
546 ἐφείη
547 ἐλθὼν
548 τὰ πρῶτ᾽
549 ἐφύρης
550 ἀνιόντα
551 ἴλου
552 κἀκεῖσε
553 θοῆς
554 φάρμακον
555 γενοίατο
556 ἐπὶ
557 ἔστων
558 σκίδνασθαι
559 ἄνωχθι
560 διαῤῥαίσουσι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0