Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Biiv (vv. 1.275-305)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



μητέρα δ᾽ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
ἂψ ἴτω ἐς μέγαρον πατρὸς, μέγα δυναμένοιο.
οἱ δὲ γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ᾽ αὐτῷ πυκινῶς ὑποθήσομαι αἴκε πίθηαι,
νῆ᾽ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥτις ἀρίστη,
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπησι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
ἐκ διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
πρῶτα μὲν ἐς πύλον ἐλθὲ, καὶ εἴρεο νέστορα δῖον,
κεῖθεν δὲ σπάρτηνδε παρὰ ξανθὸν μενέλαον:
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
ἦ τ᾽ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν.
εἰ δέ κε τεθνειῶτος ἀκούσῃς, μηδ᾽ ἔτ᾽ ἐόντος.
νοστήσας δ’ ἤπειτα φίλην ἐς πατρίδα γαῖαν,
σῆμά τέ οἱ χεῦσαι, καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ᾽. ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
φράζεσθαι δ’ ἤπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν,
ὅππως κεν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
κτείνῃς, ἠὲ δόλῳ, ἢ ἀμφαδόν. οὐδέ τίσε χρὴ
νηπιάας ὀχέειν. ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος ὀρέστης
πάντας ἐπ᾽ ἀνθρώπους. ἐπεὶ ἔκτανε πατροφονῆα
αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;
καὶ σύ φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόντε, μέγαντε,
ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐῦ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη,
ἤδ᾽ ἑτάρους. οἵπου με μάλ᾽ ἀσχαλόωσι μένοντες.
σοὶ δ᾽ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
Τὴν
ID Word
561 ἐπὶ
562 ἕπεσθαι
563 πίθηαι
564 ἐείκοσιν
565 εἴπησι
566 εἴρεο
567 ἤπειτα
568 ἐπὶ
569 κτερεΐξαι
570 ἔοικε
571 τίσε
572 νηπιάας
573 ἢ οὐκ
574 ἀσχαλόωσι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0