Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Biiir (vv. 1.306-336)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ξεῖν᾽, ἦτοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ᾧ παιδί. καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο,
ὄφρα λοεσσάμενός τε, τεταρπόμενός τε φίλον κῆρ,
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
τιμῆεν μάλα καλόν, ὅ, τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ. οἷα φίλοι, ξεῖνοι ξείνοισι διδοῦσι.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά γλαυκῶπις ἀθήνη.
μήμ᾽ ἔτι νῦν κατέρυκε λιλαιόμενόν περ ὁδοῖο.
δῶρον δ᾽ ὅ,ττικέ μοι δοῦναι φίλον ἦτορ ἀνώγει,
αὖθις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών. σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.
ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽, ἀπέβη γλαυκῶπις ἀθήνη.
ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο. τῷδ᾽ ἐνὶ θυμῷ
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέντε ἓ πατρὸς,
μᾶλλον ἔτ᾽, ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας,
θάμβησεν κατὰ θυμόν, ὀΐσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ σιωπῇ
ἕιατ᾽ ἀκούοντες. ὅ δ᾽ ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ τροίης ἐπετείλατο παλλὰς ἀθήνη.
τοῦ δ᾽ ὑπερωΐοθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν,
κούρη ἰκαρίοιο περίφρων πηνελόπεια.
κλίμακα δ᾽ ὑψηλὴν καταβήσατο οἷο δόμοιο
οὐκ ὄιη, ἅμα τῇγε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἥδ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥὰ παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν.
φήμιε,
ID Word
575 φίλοι,
576 τεταρπόμενός
577 κίῃς
578 ἐνὶ
579 ὑπέμνησέντε
580 θῆκε
581 θάμβησεν
582 ὑπερωΐοθεν

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0