Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Biiiv (vv. 1.337-367)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τάτε κλείουσιν ἀοιδοί,
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος. οἱ δὲ σιωπῇ
οἶνον πινόντων. ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆς
λυγρῆς. ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
τείρει. ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
ἀνδρός. τοῦ κλέος εὐρὺ καθ᾽ ἑλλάδα καὶ μέσον ἄργος.
Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα.
μῆτερ ἐμή. τίτ᾽ ἄρ’ ἆυ φθονέεις, ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύτ᾽ ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι ζεὺς αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλησιν, ἑκάστῳ.
τούτῳ δ᾽ οὐ νέμεσις, δαναῶν κακὸν οἶτον ἀείδειν.
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,
ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
σοί δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν.
οὐ γὰρ ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
ἐν τροίῃ. πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε.
ἱστόντ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε,
ἔργον ἐποίχεσθαι. μῦθος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι. μάλιστα δ᾽ ἐμοί. τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.
ἡ μὲν θαμβήσασα πάλιν οἴκονδε βεβήκει.
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ᾽ ὑπερῶ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ,
κλαῖεν, ἔπειτ᾽ ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις ἀθήνη.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα.
πάντες δ᾽ ᾐρήσαντο, παραὶ λεχέεσσι κλιθῆναι.
τοῖσι δὲ τηλέμαχος πεπνυμένος ἤρχετο μύθων.
μητρὸς
ID Word
583 κλαῖεν,
584 θελκτήρια
585 τείρει
586 ἐρίηρον
587 ὅππῃ οἱ νόος ὄρνυται
588 ποθι
589 ἀλφηστῇσιν
590 νέμεσις
591 οἶτον
592 κραδίη
593 ὄλοντο
594 ἱστόντ᾽
595 ἠλακάτην
596 ἔνθετο
597 ἐπὶ
598 βάλε
599 παραὶ
600 παραὶ
601 λεχέεσσι
602 κλιθῆναι
603 κλιθῆναι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0