Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Bivr (vv. 1.368-398)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
νῦν μὲν δαινύμενοι τερπώμεθα. μὴ δὲ βοητὺς
ἔστω. ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
τοιοῦδ᾽, οἷος ὅδ᾽ ἐστί θεοῖς ἐναλίγκιος αὐδήν.
ἠῶθεν δ᾽ ἀγορήνδε καθεζώμεθα κιόντες
πάντες, ἵν᾽ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω
ἐξιέναι μεγάρων. ἄλλας δ᾽ ἀλεγύνετε δαῐτας,
ὑμὰ κτήματ᾽ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὕμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσσαι,
κείρετ᾽. ἐγὼ δὲ θεοὺς ἐτιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι ζεὺς δῶσι παλίντιτα ἔργα γενέσθαι,
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
Ως ἔφαθ᾽. ὅι δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες,
τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
Τὸν δ᾽ αὖ ἀντίνοος προσέφη εὐπείθεος υἱός.
τηλέμαχ᾽, ἦ μάλα δήσε διδάσκουσιν θεοὶ αὐτοὶ
ὑψαγόρην τ᾽ ἔμεναι, καὶ θαρσαλέως ἀγορεύειν.
μὴ σέ γ᾽ ἐν ἀμφιάλῳ ἰθάκῃ βασιλῆα κρονίων
ποιήσειεν. ὅ, τοι γενεῇ πατρώϊόν ἐστιν.
Τὸν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ἤυδα
ἀντίνο᾽, εἴ περ μοι καὶ ἀγάσεαι ὅ,ττικεν εἴπω.
καὶ κεν τοῦτ᾽ ἐθέλοιμι διός γε διδόντος ἀρέσθαι.
ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι.
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. αἶψά τε οἱ δῶ
ἀφνειὸν πέλεται, καὶ τιμϊέστερος αὐτός.
ἀλλ᾽ ἦ τοι βασιλῆες ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλῳ ἰθάκῃ νέοι ἠδὲ παλαιοί.
τῶν κέν τις τόδ᾽ ἔχησιν. ἐπεὶ θάνε δῖος ὀδυσσεύς.
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέροιο,
καὶ δμώων. οὕς μοι ληΐσατο δῖος ὀδυσσεύς.
[Τόν]
ID Word
605 ἀκουέμεν
606 ἀοιδοῦ
607 ἐναλίγκιος
608 αὐδήν
609 ἠῶθεν δ᾽ ἀγορήνδε
610 καθεζώμεθα
611 ἀπηλεγέως
612 ἀλεγύνετε
613 ἀμειβόμενοι
614 βίοτον
615 νήποινον
616 κείρετ᾽
617 ἐτιβώσομαι
618 ἐόντας
619 ποθι
620 ἐν
621 φύντες
622 ἐν χείλεσι φύντες
623 θαρσαλέως ἀγόρευε
624 ἀγόρευε
625 εὐπείθεος
626 ἦ
627 ὑψαγόρην
628 ἀμφιάλῳ
629 τοι
630 ἀντίνοος
631 δήσε
632 εἴ περ μοι καὶ ἀγάσεαι
633 ἀρέσθαι
634 τετύχθαι
635 οὐ
636 τι
637 αἶψά
638 τιμϊέστερος
639 τοι
640 νέοι ἠδὲ παλαιοί
641 ἔχησιν
642 δμώων
643 δμώων
644 ληΐσατο
645 δμώων. οὕς μοι ληΐσατο δῖος ὀδυσσεύς.
646 τετύχθαι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0