Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Bivv (vv. 1.399-429)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Τὸν δ᾽ αὖτ᾽ εὐρύμαχος πολύβου παῖς ἀντίον ἤυδα.
τηλέμαχ᾽, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται.
ὅς τις ἐν ἀμφιάλῳ ἰθάκῃ βασιλεύσει ἀχαιῶν.
κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς τις ἀέκοντα βίηφι
κτήματ᾽ ἀποῤῥαίσει, ἰθάκης ἔτι ναιεταώσης.
ἀλλ᾽ ἐθέλωσε φέριστε περὶ ξείνοιο ἐρέσθαι.
ὁππόθεν οὗτος ἀνήρ. ποίης δ᾽ ἐξεύχεται εἶναι
γαίης. ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
ἠέτοι ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο.
ἢ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει.
οἷον ἀναΐξας ἄφαρ οἴχεται. οὐδ᾽ ὑπέμεινε
γνώμεναι. οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
εὐρύμαχ’ ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο.
οὔτ᾽ οὖν ἀγγελίης ἔτι πείθομαι εἴ ποθεν ἔλθοι,
ὄυτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώϊος ἐκ τάφου ἐστί.
μέντης δ᾽ ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
υἱός. ἀτὰρ ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
Ως φάτο Τηλέμαχος, φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.
οἵ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο. μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε.
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
τηλέμαχος δ᾽ ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ.
ἔνθ᾽ ἔβη εἰς εὐνὴν, πολλὰ φρεσὶ μερμηρίζων.
τῷ δ᾽ ἄρ’ ἅμ’ αἰθομένας δαΐδας φέρε κεδν’ εἰδυῖα
εὐρύκλει᾽, ὦπος θυγάτηρ πεισηνορίδαο.
τἠν
ID Word
647 πολύβου
648 ἐθέλωσε
649 πεισηνορίδαο
650 βίηφι
651 φέριστε
652 ὅς τις ἀέκοντα βίηφι
653 ναιεταώσης
654 ποίης
655 ἐξεύχεται
656 ἄρουρα
657 ἠέτοι
658 χρεῖος
659 ἐελδόμενος
660 τόδ᾽
661 ἀναΐξας
662 ἄφαρ
663 οὐδ᾽ ὑπέμεινε γνώμεναι
664 εἰς
665 ἐῴκει
666 ἱμερόεσσαν
667 ἐπὶ
668 ἐλθεῖν
669 ἐπὶ
670 ἦλθε
671 κακκείοντες
672 δέδμητο
673 περισκέπτῳ
674 εὐνὴν
675 μερμηρίζων
676 κεδν’ εἰδυῖα
677 ποίης
678 ὦπος
4346 ὦπα

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0