Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Cir (vv. 1.430-1.444; argumentum book 2; vv. 2.1-4)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



τὴν ποτὲ λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
πρωθήβην ἔτ᾽ ἐοῦσαν. ἐεικοσάβοια δ᾽ ἔδωκεν.
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ᾽ οὔ ποτ᾽ ἔμικτο. χόλον δ᾽ ἀλέεινε γυναικός.
ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
δμωάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο.
ἕζετο δ᾽ ἐν λέκτρῳ, μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα:
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα, καὶ ἀσκήσασα χιτῶνα,
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι.
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο. θύρην δ᾽ ἐπέρυσε κορώνῃ
ἀργυρέῃ. ἐπὶ δὲ κληίδ᾽ ἐτάνυσσεν ἱμάντι.
ἔνθ᾽ ὅ γε παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδὸν, τὴν πέφραδ᾽ ἀθήνη.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΟΜΗΡΟΥ
ῥαψῳδίας.

Συναγαγὼν ἐκκληςίαν τηλέμαχος, παραγγέλλεἰ
τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ ὀδυσςέως.
λαβων δὲ παρὰ μὲν εὐρυκλείας, τὰ πρὸς τὴν ἀπο
δημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς ἀθηνᾶς ἑταίρους τε καὶ
ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος.

ΟΔΥΣΣΕΙΑΣ Β. ΟΜΗΡΟΥ
ῥαψῳδίας.

Βῆτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς πλοῦν μετ’ ἀθάνας.

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν ὀδυσσῆος φίλος υἱὸς
εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ.
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
βῆ
ID Word
604 ἀπο / δημίαν
679 πρίατο
680 πρωθήβην
681 ἐεικοσάβοια
682 ἀλέεινε
683 δμωάων
684 τυτθὸν
685 ἔκδυνε
686 πασσάλῳ ἀγκρεμάσασα
687 τρητοῖσι
688 βῆ ῥ᾽ ἴμεν
689 ἐπὶ
690 ἐτάνυσσεν
691 παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ
693 θύρην δ᾽ ἐπέρυσε κορώνῃ
695 κληίδ᾽ ἐτάνυσσεν ἱμάντι
696 ἐπιτήδεια
697 εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος
698 Βῆτ’
699 ἤϊα
700 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς
701 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς
702 περὶ
703 θέτ᾽
704 ὑπὸ
705 ἐδήσατο
4350 τρητοῖσι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0