Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Civ (vv. 2.5-35)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορήνδε καρηκομόωντας ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν. παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
οὐκ οἶος. ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν ἀθήνη.
Τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
ἕζετο δ᾽ ἐν πατρὸς θώκῳ. εἶξαν δὲ γέροντες.
τοῖσι δ᾽ ἔπειθ᾽ ἥρως αἰγύπτιος ἦρχ᾽ ἀγορεύειν.
ὃς δὴ γήραϊ κυφὸς ἔην, καὶ μυρίαᾔδῃ.
καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ᾽ ἀντιθέῳ ὀδυσῆϊ
ἴλιον εἰς ἐΰπωλον ἔβη κοίλης ἐνὶ νηυσίν,
ἄντιφος αἰχμητὴς, τὸν δ᾽ ἄγριος ἔκτανε κύκλωψ
ἐν σπῆϊ γλαφυρῷ, πύματον δ᾽ ὡπλίσατο δόρπον.
τρεῖς δέ οἱ ἄλλοι ἔσαν. καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει
εὐρύνομος. δύο δ᾽ αἰὲν ἔχον πατρώϊα ἔργα.
ἀλλ᾽ οὐδ᾽ ὣς τοῦ λήθετ᾽ ὀδυρόμενος καὶ ἀχεύων.
τοῖς ὅ γε δάκρυχέων ἀγορήσατο καὶ μετέειπεν.
Κέκλυτε δὴ νῦν μεῦ ἰθακήσιοι ὅ,ττικεν εἴπω.
οὐδέ ποθ᾽ ἡμετέρη ἀγορὴ γένετ᾽, οὔτε θόωκος,
ἐξ οὗ ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
νῦν δὲ τίς ὧδ᾽ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει;
ἠὲ νέων ἀνδρῶν, ἢ οἳ προγενέστεροί εἰσιν,
ἠέτιν᾽ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο;
ἥν χ᾽ ἡμῖν σάφα εἴποι ὅτε πρότερός γε πύθοιτο,
ἦέτι δήμιον ἄλλο πιφαύσκεται, ἠδ᾽ ἀγορεύει;
ἐσθλός μοι δοκεῖ εἶναι ὀνήμενος. εἴθέ οἱ αὐτῷ
Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
Ως φάτο. χαῖρε δὲ φήμῃ ὀδυσσῆος φίλος υἱός.
οὐδ᾽ ἄῤ
ID Word
706 μυρίαᾔδῃ
707 ἐναλίγκιος
708 ἄντην
709 αἶψα
710 κηρύσσειν
711 ἀγορήνδε
712 ἠγείροντο
713 ὦκα
714 ἀργοὶ
715 κατέχευεν
716 ἐπερχόμενον θηεῦντο
717 γήραϊ
718 κυφὸς
719 πατρώϊα ἔργα
720 ὣς
721 ὀδυρόμενος καὶ ἀχεύων
722 τοῖς ὅ γε δάκρυχέων ἀγορήσατο καὶ μετέειπεν
723 μεῦ
724 Κέκλυτε
725 θόωκος
726 ὧδ᾽ ἤγειρε
727 χρειὼ
728 προγενέστεροί εἰσιν
729 ὅτε
730 πιφαύσκεται
731 ἐσθλός
732 ὀνήμενος
733 εἴθέ
734 οἱ
735 φήμῃ
736 μενοινᾷ
737 χρειὼ
738 πύθοιτο

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0