Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Ciir (vv. 2.36-66)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο, μενοίνησεν δ᾽ ἀγορεύειν.
στῆ δὲ μέσῃ ἀγορῇ. σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ,
κῆρυξ πεισήνωρ πεπνυμένα μήδεα εἰδὼς
πρῶτον. ἔπειτα γέροντα καθαπτόμενος προσέειπε.
Ω γέρον. οὐχ ἑκὰς ὅυτος ἀνὴρ, τάχα δ᾽ εἴσεαι αὐτὸς
ὃς λαὸν ἤγειρα. μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει.
οὔτέ τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
ἥνχ᾽ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην.
οὔτέ τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω.
ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος ὅμοι κακὸν ἔμπεσεν οἴκῳ
δοιά. τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ᾽ ἐν ὑμῖν
τοίσδεσσιν βασίλευε. πατὴρ δ᾽ ὡς ἤπιος ἦεν.
νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον. ὃ δὴ τάχα οἶκον ἅπαντα
πάγχυ διαῤῥαίσει. βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.
μητέρι μοι μνηστῆρες ἐπέχραον, οὐκ ἐθελούσῃ,
τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι.
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπεῤῥίγασι νέεσθαι
ἰκαρίου, ὡς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα.
δοίηδ᾽ ᾧ κ᾽ ἐθέλοι, καί οἱ κεχαρισμένος ἔλθοι.
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα.
βοῦς ἱερεύοντες καὶ ὄις, καὶ πίονας αἶγας
εἰλαπινάζουσι, πίνουσί τε αἴθοπα οἶνον
μαψιδίως. τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,
οἷος ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν, ἦ καὶ ἔπειτα
λευγαλέοι τ᾽ ἐσόμεθα, καὶ οὐ δεδαηκότες ἀλκήν.
ἦτ᾽ ἂν ἀμυναίμην, εἴμοι δύναμίς γε παρείη.
οὐ γὰρ ἔτ᾽ ἂν σχετὰ ἔργα τετεύχαται. οὐδ᾽ ἔτι καλῶς
οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί.
ἄλλους αἰδέσθητε περικτίονας ἀνθρώπους,
οἳ περιναιετάουσι: θεῶν δ᾽ ὑποδείσατε μῆνιν.
μή τι
ID Word
742 ὅμοι
743 ἦτ᾽
744 εἴμοι
746 δὴν ἧστο
748 μέσῃ ἀγορῇ
749 κῆρυξ
750 πεισήνωρ
751 μήδεα
752 πεπνυμένα
753 γέροντα καθαπτόμενος
754 ἱκάνει
755 ὅμοι
756 δοιά
757 τοίσδεσσιν
758 ὡς ἤπιος ἦεν
759 πάγχυ
760 πάγχυ διαῤῥαίσει
761 ἀπὸ
762 ὀλέσσει
763 πάμπαν
764 ἐπέχραον
765 ἐπέχραον
766 πατρὸς
767 ἀπεῤῥίγασι νέεσθαι
768 ἰκαρίου
769 ἐεδνώσαιτο
773 ἱερεύοντες
774 ᾧ
775 ἡμέτερον πωλεύμενοι
776 πίονας
777 κατάνεται
778 μαψιδίως
779 ἔπ᾽
780 ἔσκεν
781 ἀρὴν
782 οὔ
783 τι
784 λευγαλέοι
785 ἐσόμεθα
786 δεδαηκότες
787 δεδαηκότες ἀλκήν
788 ἦ
789 ἂν σχετὰ
790 τετεύχαται
791 διόλωλε
792 περικτίονας
793 νεμεσσήθητε καὶ αὐτοί. / ἄλλους αἰδέσθητε περικτίονας ἀνθρώπους

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0