Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Ciiv (vv. 2.67-97)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



μή τι μεταστρέψωσιν ἀγασάμενοι κακὰ ἔργα.
λίσσομαι, ἠμὲν ζηνὸς ὀλυμπίου ἠδὲ θέμιστος.
ἥ τ᾽ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει, ἠδὲ καθίζει.
σχέσθε φίλοι καί μ᾽ οἶον ἐάσατε πένθεϊ λυγρῷ
τείρεσθαι. εἰ μήπου τι πατὴρ ἐμὸς ἐσθλὸς ὀδυσσεὺς
δυσμενέων κάκ᾽ ἔρεξεν ἐϋκνήμιδας ἀχαιούς,
τῶν μ᾽ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες.
τούτους ὀτρύναντες, ἐμοὶ δέ κε κέρδιον εἴη
ὑμέας ἐσθέμεναι κειμήλιά τε, πρόβασίντε,
εἴ χ᾽ ὑμεῖς γε φάγοιτε, τάχ᾽ ἄν ποτε καὶ τίσις εἴη.
τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ.
χρήματ᾽ ἀπαιτίζοντες ἕως κ᾽ ἀπὸ πάντα δοθείη.
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
Ως φάτο χωόμενος. ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ,
δάκρυ᾽ ἀναπρήσας. οἶκτος δ᾽ ἕλε λαὸν ἅπαντα.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν.
ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν.
Τηλέμαχ᾽ ὑψαγόρη μένος ἄσχετε, ποῖον ἔειπες
ἡμέας αἰσχύνων. ἐθέλεις δέ κε μῶμον ἀνάψαι.
σοὶ δ᾽ οὔ τι μνηστῆρες ἀχαιῶν αἴτιοί εἰσιν.
ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρικέρδεα οἶδεν.
ἤδη γὰρ τρίτον ἔστιν ἔτος, τάχα δ᾽ εἴσι τέταρτον.
ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν ἀχαιῶν.
πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ.
ἀγγελίας προϊεῖσα. νόος δέ οἱ ἄλλα μενοινᾷ.
ἠδὲ δόλον τον δ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξεν
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
λεπτὸν, καὶ περίμετρον. ἄφαρ δ᾽ ἡμῖν μετέειπεν:
κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον εἰσὀκε φάρος
ἐκτελέ-
ID Word
794 ἀγασάμενοι
795 λίσσομαι
796 ζηνὸς
797 θέμιστος
798 καθίζει
799 σχέσθε
800 πένθεϊ λυγρῷ / τείρεσθαι
801 τι
802 δυσμενέων κάκ᾽ ἔρεξεν ἐϋκνήμιδας ἀχαιούς
803 τῶν
804 ἀποτινύμενοι
805 ὀτρύναντες
806 κέρδιον
807 ὑμέας
808 ἐσθέμεναι κειμήλιά τε, πρόβασίντε
812 τίσις
813 τόφρα
814 ἀπαιτίζοντες
815 δοθείη
816 ἀπὸ
817 ποτιπτυσσοίμεθα
818 ποτιπτυσσοίμεθα
819 ἀπρήκτους
820 χωόμενος
821 ποτὶ
822 βάλε
824 ἀναπρήσας
825 οἶκτος
826 ἀκὴν
827 ἔτλη
828 ἀμείψασθαι
829 ἀντίνοος
830 ὑψαγόρη μένος ἄσχετε
831 χωόμενος
832 ποτὶ [...] βάλε
833 μῶμον ἀνάψαι
834 πέρικέρδεα
836 πέρικέρδεα
837 οἶδεν
838 εἴσι
839 εἴσι
841 εἴσι τέταρτον
842 ἀτέμβει
843 ἔλπει καὶ ὑπίσχεται
844 προϊεῖσα
845 μενοινᾷ
846 ἠδὲ
847 μερμήριξεν
848 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, / λεπτὸν, καὶ περίμετρον
849 ἄφαρ
850 μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον εἰσὀκε φάρος / ἐκτελέσω, μή μοι μεταμώλϊα νήματ᾽ ὄληται

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0