Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Ciiir (vv. 2.98-128)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ἐκτελέσω, μή μοι μεταμώλϊα νήματ᾽ ὄληται
λαέρτῃ ἥρωϊ ταφήϊον εἰς ὅτε κέν μιν,
μοῖρ᾽ ὀλοὴ καθέλησι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δῆμον ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται, πολλὰ κτεατίσας.
Ως ἔφαθ᾽. ἡμῖν δ᾽ αὖτε πεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκε μέγαν ἱστόν,
νύκτας δ᾽ ἀλλύεσκεν ἐπὴν δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλῳ, καὶ ἔπειθεν ἀχαιούς.
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ ἐπ’ ἤλυθον ὧραι.
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδῃ.
καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστὸν,
ὣς τὸ μὲν ἐξετέλεσσε, καὶ οὐκ ἐθέλουσ᾽ ὑπ᾽ ἀνάγκης.
σοὶ δ᾽ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν᾽ εἰδῇς
αὐτὸς σῷ θυμῷ. εἰδῶσι δὲ πάντες ἀχαιοί,
μητέρα σὴν ἀπόπεμψον. ἄνωχθι δέ μιν γαμέεσθαι.
τῷ, ὅτεῴ τε πατὴρ κέλεται, καὶ ἀνδάνει αὐτῇ.
εἰ δ᾽ ἔτ᾽ ἀνιήσει γε πολὺν χρόνον υἷας ἀχαιῶν,
τὰ φρονέουσ᾽ ἀνὰ θυμόν. ἅ οἱ πέρι δῶκεν ἀθήνη
ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα, καὶ φρένας ἐσθλὰς,
κέρδεά θ᾽ ὁι᾽ οὔ πω τιν᾽ ἀκούομεν οὐδὲ παλαιῶν
τάων, αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες ἀχαιαί,
τυρώτ᾽, ἀλκμήνη τε, ἐϋπλόκαμός τε μυκήνη.
τάων ὄυ τις ὁμοῖα νοήματα πηνελοπείῃ
ᾔδῃ. ἀτὰρ μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησεν.
τόφρα γὰρ οὖν βίοτόν τε τεὸν, καὶ κτήματ᾽ ἔδονται,
ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον ὅν τινά οἱ νῦν
ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
ποιεῖτ᾽. αὐτὰρ σοί γε, ποθὴν πολέος βιότοιο.
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν, ὄυτέ πη ἄλλῃ,
πρίν γ᾽ αὐτὴν γήμασθαι ἀχαιῶν ᾧκ᾽ ἐθέλῃσιν.
Τὸν
ID Word
851 τυρώτ᾽
852 τανηλεγέος
853 ἄτερ
854 σπείρου
855 μοῖρ᾽ ὀλοὴ καθέλησι τανηλεγέος θανάτοιο
856 πεπείθετο
857 ἀγήνωρ
858 ὑφαίνεσκε
859 νύκτας δ᾽ ἀλλύεσκεν
860 ἐπὴν
861 δόλῳ
862 τρίετες
863 τέτρατον
864 ἤλυθον
865 ὧραι
866 ἔειπε
867 ἀγλαὸν
868 ὣς τὸ μὲν ἐξετέλεσσε
869 ὑποκρίνονται
870 ἀπόπεμψον
871 ὅτεῴ
872 ἀνδάνει
873 ἀνδάνει
874 ἀνιήσει
875 ἀνιήσει
876 ἀχαιῶν
877 τὰ φρονέουσ᾽
878 κέρδεά
879 ὁι᾽
880 τάων
881 τάων
882 πάρος
883 τυρώτ᾽, ἀλκμήνη τε, ἐϋπλόκαμός τε μυκήνη
884 τυρώτ᾽
885 ἐναίσιμον
886 τόφρα
887 ἐν
888 τιθεῖσι
889 ποθὴν
890 πολέος
891 βιότοιο
892 πάρος
893 πη ἄλλῃ

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0