Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Ciiiv (vv. 2.129-159)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



Τὸν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
ἀντίνο᾽. οὔ πως ἐστὶ δόμων ἀέκουσαν ἀπῶσαι.
ἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἔθρεψε. πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης
ζώει ὅ γ᾽, ἢ τέθνηκε. κακὸν δέ με πόλλ᾽ ἀποτίνειν
ἰκαρίῳ, αἴ κ᾽ αὐτὸς ἐγὼν ἀπὸ μητέρα πέμψω.
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι. ἄλλα δὲ δαίμων
δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ᾽ ἐριννῦς,
οἴκου ἀπερχομένη. νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται. ὣς οὐ τοῦτον ἐγώ ποτὲ μῦθον ἐνίψω.
ὑμέτερος δ᾽ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
ἔξιτέ μοι μεγάρων. ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας.
ὑμὰ κτήματ᾽ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσσαι,
κείρετ᾽. ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας.
αἴ κέ ποτὶ ζεὺς δῶσι παλίντιτα ἔργα γενέσθαι,
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
Ως φάτο τηλέμαχος. τῷ δ᾽ αἰετὼ εὐρύοπα ζεὺς
ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
τὼ δ᾽ ἕως μέν ῥ᾽ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν.
ἀλλ᾽ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
ἔνθ᾽ ἐπιδινηθέντε, τιναξάσθην πτερὰ πολλὰ,
ἐς δ᾽ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ᾽ ὄλεθρον.
δρυψαμένω δ᾽ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς,
δεξιὼ ἤϊξαν διά τ᾽ οἰκία καὶ πόλιν αὐτῶν.
θάμβησαν δ᾽ ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖσιν.
ὥρμηναν δ᾽ ἀνὰ θυμὸν, ἅ περ τελέεσθαι ἔμελλον.
Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ἁλιθέρσης
μαστορίδης. ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο,
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι.
ὅσφιν
ID Word
894 δόμων ἀέκουσαν ἀπῶσαι
895 ὅ
896 κακὸν
897 πόλλ᾽ ἀποτίνειν
898 ἀπὸ
899 πέμψω
900 πείσομαι
901 στυγερὰς
902 ἀρήσετ᾽
903 ἐριννῦς
904 νέμεσις
905 ἐνίψω
906 ὣς
907 δῶσι
908 εὐρύοπα
909 κορυφῆς
910 προέηκε πέτεσθαι
911 ἕως μέν ῥ᾽ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
912 πλησίω
913 τιταινομένω
914 πολύφημον
915 τιναξάσθην
916 ἐς
917 ἰδέτην
918 δρυψαμένω
919 ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
920 δεξιὼ ἤϊξαν
921 ὥρμηναν
922 ἅ περ τελέεσθαι ἔμελλον
923 μετέειπε
924 μαστορίδης
925 γνῶναι
926 ὁμηλικίην ἐκέκαστο

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0