Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Civr (vv. 2.160-190)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ὅσφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπε.
κέκλυτε δὴ νῦν μευ ἰθακήσιοι ὅ,ττι κεν εἴπω.
μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω.
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται. οὐ γὰρ ὀδυσσεὺς
δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται. ἀλλά που ἤδη
ἔγγυς ἐὼν, τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
πάντεσσιν. πολέσιν δὲ καὶ ἄλλοισ κακὸν ἔσται.
οἳ νεμόμεσθ᾽ ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ᾽ ὥς κεν καταπαύσομεν, ἠ δὲ καὶ αὐτοὶ
παυέσθων. καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.
οὐ γὰρ ἀπείρητος μαντεύσομαι, ἀλλ᾽ εὖ εἰδώς.
καὶ γὰρ ἐκείνῳ φημὶ τελευτηθῆναι ἅπαντα
ὥς οἱ, ἐμυθεόμην ὅτε ἴλιον εἰσανέβαινον
ἀργεῖοι. μετὰ δέ σφιν ἔβη πολύμητις ὀδυσσεύς.
φῆν κακὰ πολλὰ παθόντ᾽ ὀλέσαντ᾽ ἄπο πάντας ἑταίρους,
ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ,
οἴκαδ᾽ ἐλεύσεσθαι. τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
Τὸν δ᾽ αὖτ᾽ εὐρύμαχος πολύβου παῐς ἀντίον ἤυδα.
ὧ γέρον. εἰ δ᾽ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
οἴκαδ᾽ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω.
ταῦτα δ᾽ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελΐοιο
φοιτῶσ᾽, οὐδέ τε πάντες ἐναίσιμοι. αὐτὰρ ὀδυσσεὺς
ὤλετο τῆλ᾽, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
οὐ δέ κε τηλέμαχον κεχολωμένον ὧδ᾽ ἀνιείης.
σῷ οἴκῳ δῶρον ποτιδέγμενος αἴ κε πόρησιν.
ἀλλ᾽ ἔκτοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
αἴκε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς.
παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν.
αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται.
πρῆξαι
ID Word
927 ὅσφιν
928 πιφαυσκόμενος
929 πῆμα κυλίνδεται
931 ἔγγυς
932 φόνον καὶ κῆρα φυτεύει
933 .
934 νεμόμεσθ᾽
935 ἐυδείελον
936 φραζώμεσθ᾽
937 ἠ
938 παυέσθων
939 ἄφαρ
940 φῆν
941 ὀλέσαντ᾽ ἄπο
942 ὀλέσαντ᾽
943 ἄπο
944 τέκεσσιν
945 σέο
946 πολλὸν
947 ὑπ᾽
948 αὐγὰς
949 φοιτῶσ᾽
950 τῆλ᾽
951 καταφθίσθαι
952 σὺ καταφθίσθαι σὺν ἐκείνῳ / ὤφελες
953 ἀγόρευες
954 ἀνιείης
955 αἴ κε πόρησιν
956 ποτιδέγμενος
957 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν
958 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται
959 δὴν
960 ἀπάνευθε
961 ὑπ᾽
4354 φοιτῶσ᾽

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0