Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Civv (vv. 2.191-221)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε.
σοὶ δέ γέρον θωὴν ἐπιθήσομεν ἥν κ᾽ ἐνὶ θυμῷ
τίνων ἀσχάλλῃς. χαλεπὸν δέτοι ἔσσεται ἄλγος.
τηλεμάχῳ δ᾽ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτὸς,
μητέρα, ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι.
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι ὗιας ἀχαιῶν
μνηστύος ἀργαλέης. ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης.
οὔτ᾽ οὖν τηλέμαχον μάλα περ πολύμυθον ἐόντα.
οὔτε θεοπροπίης ἐμπαζόμεθ᾽, ἣν σύ γεραιὲ
μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ᾽ ἔτι μᾶλλον.
χρήματα δ᾽ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ᾽ ηἶσα
ἔσσεται, ὄφράκεν ἥ γε διατρίβῃσιν ἀχαιοὺς
ὃν γάμον. ἡμεῖς δ᾽ αὖ ποτιδέγμενοι ἤματα πάντα,
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ᾽ ἄλλας
ἐρχόμεθ᾽ ἃς ἐπιεικὲς ὀπυέμεν ἐστὶν ἑκάστῳ.
Τὸν δ᾽ ἆυ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
εὐρύμαχ᾽, ἠδὲ καὶ ἄλλοι ὅσοι μνηστῆρες ἀγαυοί.
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι, οὐδ᾽ ἀγορεύω.
ἤδη γὰρ τὰ γ’ ἴσασι θεοὶ, καὶ πάντες ἀχαιοί.
ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους.
οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
εἶμι γὰρ ἐς σπάρτην τε καὶ ἐς πύλον ἠμαθόεντα
νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
ἤν τίς μοι εἴπησι βροτῶν, ἢ ὄσσαν ἀκούσω
ἐκ Δϊὸς, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν.
εἰ μέν κεν πατρὸς βίοτον, καὶ νόστον ἀκούσω.
ἦ τ᾽ ἄν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν.
εἰ δέ κε τεθνειῶτος ἀκούσω μηδ᾽ ἔτ᾽ ἐόντος.
νοστήσας δ’ ἤπειτα φίλην ἐς πατρίδα γαῐαν.
σῆμα
ID Word
962 ,
963 δέτοι
964 πρῆξαι
965 ἔμπης
966 πρῆξαι
967 εἵνεκα τῶνδε
968 ἀσχάλλῃς
969 ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι
970 οἱ
971 τεύξουσι
972 ἀρτυνέουσιν
973 ἔεδνα
974 ἐπὶ
975 ὗιας ἀχαιῶν
976 παύσασθαι
977 μνηστύος ἀργαλέης
978 δείδιμεν
979 μυθέαι ἀκράαντον
980 ἀπεχθάνεαι
981 αὖτε
982 ηἶσα
983 βεβρώσεται, οὐδέ ποτ᾽ ηἶσα / ἔσσεται
984 ὄφράκεν ἥ γε διατρίβῃσιν
985 ὄφράκεν
986 ἀκράαντον
987 ποτιδέγμενοι
988 ἐριδαίνομεν
989 μετ᾽
990 ἐπιεικὲς
991 ὀπυέμεν
992 ἀγαυοί
993 ἴσασι
994 λίσσομαι
995 ἔνθα καὶ ἔνθα διαπρήσσωσι
996 εἴπησι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0