Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Dir (vv. 2.222-252)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



σῆμα τέ οἱ χεύσω, καὶ ἐπὶ κτέρεα κτερεΐξω
πολλὰ μάλ᾽ ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
ἦ τοι ὅ γ᾽ ὣς εἰπὼν κατὰ ῥ᾽ ἕζετο. τοῖσι δ᾽ ἀνέστη
μέντωρ, ὅς ῥ᾽ ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος.
καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα.
πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν.
ὅ σφιν εὖ φρονέων ἀγορήσατο, καὶ μετέειπεν.
κέκλυτε δὴ νῦν μευ ἰθακήσιοι ὅ,ττι κεν εἴπω.
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς. μὴ δὲ φρεσὶν αἴσιμα εἰδώς.
ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη, καὶ αἴσυλα ῥέζοι.
ὡς ὄυτις μέμνηται ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε. πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
ἀλλ᾽ ἦ τοι μνηστῆρας ἀγήνορας ὄυτι μεγαίρω
ἔρδειν ἔργα βίαια κακοῤῥαφίῃσι νόοιο.
σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως.
οἶκον ὀδυσσῆος. τὸν δ᾽ οὐκ ἔτι φασὶ νέεσθαι.
νῦν δ᾽ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
ἧσθ᾽ ἄνεῳ. ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσιν,
παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες.
Τὸν δ᾽ εὐηνορίδης λειώκριτος ἀντίον ηὔδα.
μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες,
ἡμέας ὀτρύνων καταπαυέμεν; ἀργαλέον δὲ
ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
εἴπερ γάρ κ᾽ ὀδυσεὺς ἰθακήσιος αὐτὸς ἐπελθὼν,
δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
ἐξελάσαι μεγάροιο μενοινήσῃ ἐνὶ θυμῷ,
οὔ κεν οἱ κεχάροιτο γυνή μάλα περ χατέουσα
ἐλθόντ᾽. ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
εἰ πλεόνεσσι μάχοιτο. σὺ δ᾽ οὐ κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἄγε, λαοὶ μὲν σκίδνασθ᾽ ἐπὶ ἔργα ἕκαστος.
τούτῳ
ID Word
997 ὄυτις
998 ἦ τοι ὅ γ᾽ ὣς εἰπὼν κατὰ ῥ᾽ ἕζετο
999 κατὰ
1000 ἕζετο
1001 ἐπέτρεπεν
1002 πείθεσθαί τε γέροντι
1003 ἔμπεδα
1004 πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
1005 σκηπτοῦχος
1006 αἴσιμα
1007 αἴσυλα
1008 ὡς
1009 λαῶν
1010 ὄυτι μεγαίρω
1011 κακοῤῥαφίῃσι νόοιο
1012 .
1013 ἧσθ᾽ ἄνεῳ
1014 καθαπτόμενοι ἐπέεσσιν
1015 παύρους
1016 κατερύκετε
1017 ἄνεῳ
1018 ἀταρτηρέ
1019 ἠλεέ
1020 ποῖον
1021 καταπαυέμεν
1022 πλεόνεσσι
1023 περὶ
1024 κατὰ
1025 ἐξελάσαι [...] μενοινήσῃ
1026 οἱ
1027 χατέουσα
1028 μοῖραν
1029 σκίδνασθ᾽
1030 σκίδνασθ᾽
1031 ἀεικέα πότμον ἐπίσποι

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0