Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Div (vv. 2.253-283)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



τούτῳ δ᾽ ὀτρυνέει μέντωρ ὁδὸν ἠδ᾽ ἁλιθέρσης.
οἵτέ οἱ ἐξ ἀρχῆς πατρώϊοί εἰσιν ἑταῐροι.
ἀλλ᾽ οἴω καὶ δηθὰ καθήμενος, ἀγγελῖάων
πεύσεται εἰν ἰθάκῃ, τελέει δ᾽ ὁδὸν οὔ ποτε ταύτην.
Ως ἄρ᾽ ἐφώνησεν. λύσατο δ᾽ ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος.
μνηστῆρες δ᾽ ἀνὰ δώματ᾽ ἴσαν θείου ὀδυσῆος.
τηλέμαχος δ᾽ ἀπάνευθεν ιὼν ἐπὶ θῖνα θαλάσσης,
χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ᾽ ἀθήνῃ.
κλῦθί μοι ὃς χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ,
καί μ᾽ ἐν νηῒ κέλευσας ἐπ᾽ ἠεροειδέα πόντον,
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
ἔρχεσθαι. τὰ δὲ πάντα δϊατρίβουσιν ἀχαιοί.
μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
Ως ἔφατ᾽ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν ἀθήνη,
μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν.
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα.
Τηλέμαχ᾽. οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων.
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ.
οἷος ἐκεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε,
ὄυ τοι ἔπειθ᾽ ἁλΐη ὁδὸς ἔσσεται, οὐδ᾽ ἀτέλεστος.
εἰδ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ πηνελοπείης,
οὐ σέ γ᾽ ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς.
παῦροι γάρ τοι παῐδες ὁμοῖοι πατρὶ πέλονται.
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐ δ᾽ ἀνοήμων,
οὐδέ σε πάγχυ γε μῆτις ὀδυσσῆος προλέλοιπεν,
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
τῷ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
ἀφραδέων. ἐπεὶ ὄυτι νοήμονες οὐδὲ δίκαιοι.
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν.
ὃς δῆ
ID Word
1032 εἰδ᾽
1033 δηθὰ
1034 ἀγγελῖάων
1036 αἰψηρήν
1037 ἀπάνευθεν
1038 θῖνα
1039 νιψάμενος πολιῆς ἁλὸς
1040 ὃς χθιζὸς θεὸς ἤλυθες
1041 ἠεροειδέα
1042 ὑπερηνορέοντες
1043 σχεδόθεν
1044 εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν
1045 ἠμὲν [...] ἠδὲ
1046 φωνήσασ᾽
1047 ὄπιθεν κακὸς ἔσσεαι
1048 ἔσσεαι
1049 ἀνοήμων
1050 ἐνέστακται μένος ἠΰ
1051 τελέσαι
1052 ἁλΐη
1053 ἁλΐη
1054 ἐσσὶ
1055 γόνος
1056 γόνος
1057 μενοινᾷς
1058 πέλονται
1059 ὁμοῖοι
1060 κακίους
1061 ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐ δ᾽ ἀνοήμων
1062 ἔα
1063 τῷ
1064 οὐδέ
1065 τι
1066 κῆρα μέλαιναν
1067 νοήμονες
1068 οὐδέ [...] πάγχυ γε μῆτις [...] προλέλοιπεν
1069 ἔην

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0