Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Diir (vv. 2.284-314)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ὃς δή σφιν σχεδόν ἐστιν ἐπ᾽ ἤματι πάντας ὀλέσθαι.
σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς,
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι.
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾽ ἕψομαι αὐτός.
ἀλλὰ σὺ μὲν πρὸς δώματ᾽ ἰὼν, μνηστῆρσιν ὁμίλει.
ὅπλισόν τ᾽ ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα.
οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα μυελὸν ἀνδρῶν.
δέρμασιν ἐν πυκινοῖσιν. ἐγὼ δ᾽ ἀνὰ δῆμον ἑταίρους
αἶψ᾽ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
πολλαὶ ἐν ἀμφιάλῳ ἰθάκῃ νέαι, ἠδὲ παλαιαί.
τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη.
ὦκα δ᾽ ἐφοπλίσαντες ἐνήσομεν εὐρέϊ πόντῳ.
Ως ἐφάτ᾽ ἀθηναίη κούρη διός. οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
βῆ δ᾽ ἰέναι πρὸς δῶμα φίλον τετϊημένος ἦτορ.
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν
αἶγας ἀνιεμένους, σιάλους θ᾽ εὕοντας ἐν αὐλῇ.
ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε τηλεμάχοιο.
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε.
τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, μή τέ τοι ἄλλο
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε.
ἀλλά μάλ’ ἐσθιέμεν καὶ πϊνέμεν ὡς τὸ πάρος περ.
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ἀχαιοί,
νῆα, καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
ἐς πύλον ἠγαθέην, μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.
Τὸν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
ἀντίνο᾽. οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ᾽ ὑμῖν,
δαίνυσθαί τ᾽ ἀέκοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
κτήματ᾽ ἐμά μνηστῆρες. ἐγὼ δ᾽ ἔτι νήπιος ἦα.
νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων
πυν
ID Word
1071 οὐκέτι
1072 δηρὸν
1073 στελέω
1074 στελέω
1075 μνηστῆρσιν
1076 ἄγγεσιν ἄρσον ἅπαντα
1077 ὅπλισόν
1078 ἀμφιφορεῦσι
1079 μυελὸν
1080 πυκινοῖσιν
1081 ἑταίρους
1082 αἶψ᾽
1083 ἐθελοντῆρας
1084 τάων
1085 τοι
1086 ὦκα δ᾽ ἐφοπλίσαντες ἐνήσομεν
1087 .
1088 τετϊημένος
1089 αἶγας ἀνιεμένους
1090 σιάλους θ᾽ εὕοντας
1091 εὕοντας
1092 αὐδήν
1093 ἰθὺς
1094 κίε
1095 ἔν
1096 φῦ
1097 ἔν τ᾽ ἄρα οἱ φῦ χειρί
1098 ἵνα θᾶσσον ἵκηαι
1099 ἐξαίτους
1100 ἐρέτας
1101 ἀλλά μάλ’ ἐσθιέμεν καὶ πϊνέμεν ὡς τὸ πάρος περ
1102 ἵκηαι
1103 ἠγαθέην
1104 ὑπερφιάλοισι
1105 ἕκηλον
1106 πάροιθεν
1107 ἐκείρετε
1108 νήπιος ἦα
1110 ἐγὼ δ᾽ ἔτι νήπιος ἦα. νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων πυν
1112 ἦα
4385 ἐθελοντῆρας

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0