Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Diiv (vv. 2.315-345)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



πυνθάνομαι. καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός.
πειρήσω ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω.
ἠὲ πύλονδ᾽ ἐλθὼν ἢ αὐτοῦ τῷδ᾽ ἐνὶ δήμῳ.
εἶμι μέν. οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται, ἣν ἀγορεύω,
ἔμπορος: οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων
γίνομαι. ὣς νύ περ ὔμμιν ἐείσατο κέρδιον εἶναι.
ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν ἀντινόοιο
ῥεῖα. μνηστῆρες δὲ δόμον κάτα δαῐτα πένοντο.
οἱ δ᾽ ἐπελώβευον, καὶ ἐκερτόμεον ἐπέεσσιν.
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων.
ἦ μάλα τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
ἤ τινας ἐκ πύλου ἄξει ἀμύντορας ἠμαθόεντος.
ἢ ὅ γε καὶ σπάρτηθεν. ἐπεί νύ περ ἵεται αἰνῶς.
ἠὲ καὶ εἰς ἐφύρην ἐθέλει πΐειραν ἄρουραν
ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ.
ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ.
ἄλλος δ᾽ αὖτ᾽ εἴπεσκε νέων ὑπερηνορεόντων.
τίς δ᾽ οἶδ᾽, εἴκε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
τῆλε φίλων ἀπόληται, ἀλώμενος ὥςπερ ὀδυσσεύς.
οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμι.
κτήματα γάρ κεν πάντα δασαίμεθα. οἰκία δ᾽ αὖτε
τούτου μητέρι δοῖμεν ἔχειν. ἠδ᾽ ὅς τις ὁπυίοι.
Ως φάν. ὁ δ᾽ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο.
ἐσθής τ᾽ ἐν χηλοῖσιν ἅλις τ᾽ εὐῶδες ἔλαιον.
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες
ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ᾽ ὀδυσσεὺς
ὄικαδε νοστήσειε, καὶ ἄλγεα πολλὰ μογήσας.
κληϊσταὶ δ᾽ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
δικλίδες. ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
ἔσκεν
ID Word
1114 πυvθάνομαι
1115 ἀέξεται
1116 ὔμμι
1118 ἐπὶ
1119 ἰήλω
1120 ἰήλω
1121 κῆρας ἰήλω
1122 κῆρας
1123 ἔμπορος
1124 νηὸς ἐπήβολος
1125 ἐείσατο κέρδιον εἶναι
1126 ἦ
1127 σπάσεν
1128 πένοντο
1129 δαῐτα
1130 ἐπελώβευον
1131 ἐκερτόμεον
1132 εἴπεσκε
1133 ἦ μάλα
1134 μερμηρίζει
1135 ἐκ
1136 ἀμύντορας
1137 ἵεται
1138 αἰνῶς
1139 νύ
1140 ἐφύρην
1141 πΐειραν ἄρουραν
1142 θυμοφθόρα
1143 κρητῆρι
1144 ἐν
1145 βάλῃ
1146 κοίλης
1147 τῆλε
1148 ἀλώμενος
1149 ὀφέλλειεν πόνον ἄμμι
1150 ἄμμι
1151 φάν
1152 ὑψόροφον
1153 νητὸς
1154 χηλοῖσιν
1155 εὐῶδες
1157 ἡδυπότοιο
1158 πίθοι
1159 ἄκρητον
1160 θάλαμον
1161 ἑξείης ποτὶ τοῖχον ἀρηρότες
1162 μογήσας
1164 ταμίη
1165 κληϊσταὶ δ᾽ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, / δικλίδες
1167 δικλίδες
1168 σανίδες
1169 δικλίδες

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0