Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Diiir (vv. 2.346-376)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ἔσκεν, ἣ πάντ᾽ ἐφύλασσε νόου πολυϊδρείῃσιν.
εὐρύκλει᾽ ὦπος θυγάτηρ πεισηνορίδαο.
τὴν τότε τηλέμαχος προσέφη θαλαμόνδε καλέσας.
Μαῐ᾽, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις,
κεῖνον ὀϊομένη τὸν κάμμορον, εἴποθεν ἔλθοι
διογενὴς ὀδυσεὺς, θάνατον καὶ κῆρας ἀλύξας.
δώδεκα δ᾽ ἔμπλησον, καὶ πώμασιν ἄρσον ἅπαντας.
ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσιν.
εἴκοσι δ᾽ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
αὐτὴ δ᾽ οἴη ἴσθι. τὰ δ᾽ ἀθρόα πάντα τετύχθω.
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
μήτηρ εἰς ὑπερῷ᾽ ἀναβῇ, κοίτου τε μέδηται.
εἶμι γὰρ ἐς σπάρτην, τε καὶ ἐς πύλον ἠμαθόεντα,
νόστον πευσόμενος πατρὸς φίλου ἤν που ἀκούσω.
Ως φάτο. κώκυσεν δὲ φίλη τροφὸς εὐρύκλεια.
καί ῥ᾽ ὀλοφυρομένη, ἔπεα πτερόεντα προσηύδα.
τίπτε γέ τοι φίλε τέκνον ἐνὶ φρεσὶ τοῦτο νόημα
ἔπλετο; πῇ δ᾽ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,
μοῦνος ἐὼν ἀγαπητός; ὅ δ᾽ ὤλετο τηλόθι πάτρης
διογενὴς ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.
οἱ δέ τοι αὐτίκ᾽ ἰόντι κακὰ φράσονται ὀπίσσω,
ὥς κε δόλῳ φθίῃς, τάδε δ᾽ αὐτοὶ πάντα δάσωνται.
ἀλλὰ μέν᾽ αὖθ᾽ ἐπὶ σοῖσι καθήμενος. οὐδέ τι σε χρὴ
πόντον ἐπ᾽ ἀτρύγετον κακὰ πάσχειν. οὐδ᾽ ἀλάλησθαι.
Τὴν δ᾽ αὖ τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
θάρσει, μαῐ᾽. ἐπεὶ ὄυτι ἄνευ θεοῦ ἥδε γε βουλή.
ἀλλ᾽ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
πρίν γ᾽ ὅτ᾽ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι.
ὡς ἂν μὴ κλαίουσα κατα χρόα καλὸν ἰάπτῃ.
Ως ἄῤ
ID Word
1170 ὀϊομένη
1171 πολυϊδρείῃσιν
1172 Μαῐ᾽
1173 Μαῐ᾽
1174 ἄφυσσον
1175 λαρώτατος
1176 ὃν σὺ φυλάσσεις
1177 κάμμορον
1178 ἀλύξας
1179 δώδεκα
1180 χεῦον
1181 χεῦον ἐϋῤῥαφέεσσι δοροῖσιν
1182 μυληφάτου
1183 ἀκτῆς
1184 ἀκτῆς
1185 τὰ δ᾽ ἀθρόα πάντα τετύχθω
1186 χεῦον
1188 ὑπερῷ᾽
1189 μήτηρ εἰς ὑπερῷ᾽ ἀναβῇ, κοίτου τε μέδηται.
1190 κώκυσεν
1191 ὀλοφυρομένη
1192 τίπτε
1193 ἔπλετο
1194 ἀγαπητός
1195 φθίῃς
1196 φθίῃς
1197 ἀτρύγετον
1198 ἀλάλησθαι
1199 ἔπλετο
1200 ἀτρύγετον
1201 θάρσει, μαῐ᾽. ἐπεὶ ὄυτι ἄνευ θεοῦ ἥδε γε βουλή
1202 μυθήσασθαι
1203 ἑνδεκάτη τε δυωδεκάτη τε γένηται
1204 πρίν
1205 ἀφορμηθέντος
1206 κατα
1207 ἰάπτῃ
1208 ἰάπτῃ
1209 ὡς ἂν μὴ κλαίουσα κατα χρόα καλὸν ἰάπτῃ

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0