Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Aiiiv (vv. 1.89-119)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



μᾶλλον ἐποτρύνω. καί οἱ μένος ἐν φρεσὶ θείω,
εἰς ἀγορὴν καλέσαντα καρηκομόωντας ἀχαιοὺς,
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἳ τέ οἱ αἰεὶ
μῆλ᾽ ἀδινὰ σφάζουσι, καὶ εἱλίποδας ἕλικας βοῦς.
πέμψω δ᾽ ἐς σπάρτην τε καὶ ἐς πύλον ἠμαθόεντα,
νόστον πευσόμενον πατρὸς φίλου ἤν που ἀκούσῃ,
ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχησιν.
Ως εἰποῦσ᾽, ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν,
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν, ἅμα πνοιῆς ἀνέμοιο.
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
βριθὺ, μέγα, στιβαρόν. τῷ, δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
βῆ δὲ κατ᾽ οὐλύμποιο καρήνων ἀΐξασα.
στῆ δ᾽ ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις ὀδυσῆος,
οὐδοῦ ἐπαυλείου. παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
εἰδομένη ξείνῳ ταφίων ἡγήτορι μέντῃ.
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.
κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες,
οἱ μὲν ἂρ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεντο, ἰδὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε τηλέμαχος θεοειδής.
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ.
ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν εἴ ποθεν ἐλθὼν,
μνηστήρων τῶν μὲν, σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ ἀθήνην.
βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ,
ξεῖνον
ID Word
284 ἐποτρύνω
285 μένος
286 ἐν
287 θείω
288 καρηκομόωντας
289 ἀπειπέμεν
290 οἳ τέ οἱ
291 μῆλ᾽
292 ἀδινὰ
293 σφάζουσι
295 εἱλίποδας
296 ἕλικας
297 ἠμαθόεντα
298 ἠμαθόεντα
299 νόστον πευσόμενον πατρὸς φίλου ἤν που ἀκούσῃ
300 μένος
301 ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχησιν
302 ἔχησιν
303 ὑπὸ
304 ἐδήσατο
307 Ως εἰποῦσ᾽, ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν, ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν, ἅμα πνοιῆς ἀνέμοιο.
308 ἐδήσατο
309 πέδιλα
310 ἀμβρόσια
311 ἠμὲν
312 ὑγρὴν
313 ἀπείρονα
314 πνοιῆς
315 εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ
316 ἀκαχμένον
317 στιβαρόν
318 τῷ
319 τῷ
320 στίχας
321 κοτέσσεται
322 βῆ δὲ κατ᾽
323 ἀΐξασα
324 καρήνων
325 προθύροις
326 στῆ
327 οὐδοῦ
328 ἡγήτορι
329 εἰδομένη
330 ἀγήνορας
331 ἀγήνορας
332 πεσσοῖσι
333 προπάροιθε
334 θυράων
335 ἀμβρόσια
336 ὀβριμοπάτρη
337 ῥινοῖσι
338 κήρυκες
339 ὀτρηροὶ
341 νίζον
342 ἰδὲ
343 δατεῦντο
344 πολὺ πρῶτος
345 θεοειδής
346 ἧστο
347 τετιημένος
348 ὀσσόμενος
349 σκέδασιν
350 θείη
351 αὐτὸς
352 ἀνάσσοι
353 μνηστῆρσι
354 εἴσιδ᾽
355 βῆ
356 βῆ δ᾽ ἰθὺς
357 νεμεσσήθη
358 πολυτρήτοισι
359 νίζον
360 τετιημένος ἦτορ. ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν
361 κατὰ
362 τὰ φρονέων
1658 ἀπειπέμεν
1659 ἐνὶ
1660 ἴδε
4348 θείω

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0