Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Aivr (vv. 1.120-150)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν. ἐγγύθι δὲ στὰς,
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Xαῖρε ξεῖνε, παῤ ἄμμι φιλήσεαι. αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος, μυθήσεαι ὅττεό σε χρή.
Ως εἰπὼν ἡγεῖθ', ἥδ' ἕσπετο παλλὰς ἀθήνη.
οἵ δ' ὅτε δή ῥ᾽ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο.
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν,
δουροδόκης ἔντοσθεν ἐϋξόου. ἐνθά περ ἄλλα
ἔγχἐ ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά.
αὐτήν δ᾽ ἐς θρόνον εἷσεν ἄγων ὑπὸ λῖτα πετάσας
καλὸν δαιδάλεον. ὑπὸ δὲ θρῆνυς ποσὶν εἶεν.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος ἀνϊηθεὶς ὀρυμαγδῷ,
δείπνῳ ἀδήσειεν ὑπερφιάλοισι μετελθών.
ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος
νίψασθαι. παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων. παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
κῆρυξ δ᾽ αὐτοῖσι, θάμ᾽ ἐπῴχετο οἰνοχοεύων.
ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
ἑξείης ἕζοντο, κατὰ κλισμούς τε, θρόνους τε.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισιν.
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο
μνηστῆρες
ID Word
364 δηθὰ
365 ἐγγύθι
366 ἐφεστάμεν
367 ἕλε
368 ἐδέξατο
369 μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα
372 φιλήσεαι
373 φιλήσεαι
374 ἄμμι
375 μυθήσεαι
376 ἕσπετο

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0