Text Information

Signature: BIB.CL.00451

Original Title: ΟΜΗΡΟΥ / ΟΔΥΣΣΕΙΑ / ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ. / ΥΜΝΟΙ λβ. // Homeri / VLYSSEA. / Batrachomyomachia. / Hymni. XXXII.

Place: Leuven

Publication Year: 1535

Page: fol. Aivv (vv. 1.151-181)

Comment:

Professor

Name: Rutgerus Rescius


Annotator

Name: Ioannes Aegidius

Previous Page
Next Page

Images:

Text & notes:

Text

Table

Annotations



μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει.
μολπή τ᾽ ὀρχηστύς τε. τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.
κῆρυξ δ᾽ ἐν χερσὶ κίθαριν περικαλλέα θῆκε
φημίῳ. ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
ἤ τοι ὃ, φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
αὐτὰρ τηλέμαχος προσέφη γλαυκῶπιν ἀθήνην,  
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι.
ξεῖνε φίλ᾽, εἰ καί μοι νεμεσήσεαι ὅ,ττικεν εἴπω,
τούτοισι μὲν ταῦτα μέλει κίθαρις καὶ ἀοιδὴ
ῥεῖ᾽. ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν
ἀνέρος, οὗ δήπου λεύκ᾽ ὀστέα πύθεται ὄμβρῳ
κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνον γ᾽ ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ᾽ ἀρησαία τ᾽ ἐλαφρότεροι πόδας εἶναι,
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
θαλπωρή. εἴπέρ τις ἐπιχθονίων ἀνθρώπων
φησὶν ἐλεύσεσθαι. τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
ἀλλ᾽ ἄγεμοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.
τίς, πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις, ἠδὲ τοκῆες;
ὁπποίης δ᾽ ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται
ἤγαγον εἰς ἰθάκην; τίνες ἔμμεναι εὐχετόωνται;
οὐ μὲν γὰρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐυ εἰδῶ.
ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι
ξεῖνος. ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
ἄλλοι. ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
Τὸν δ᾽ αὖτε προσέειπε θεά γλαυκῶπις ἀθήνη.
τοὶ γὰρ ἐγώτοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
μέντης ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱός. ἀτὰρ ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νῦν
ID Word
377 κατάλεξον
378 εὐχετόωνται
379 εὐχετόωνται
380 οὐ
381 τί
382 πεζὸν
383 ἀγόρευσον
384 ἐτήτυμον
385 εἰδῶ
386 ἠὲ
387 νέον μεθέπεις
388 ἐσσι
389 ἴσαν
390 δῶ
391 ἐπίστροφος
392 αὖτε
393 προσέειπε
394 τοὶ
395 ἀτρεκέως
396 ἀγορεύσω
397 ἀγχιάλοιο
398 φιληρέτμοισιν
399 ἀνάσσω
400 τοὶ γὰρ ἐγώτοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
1661 ἐυ
1662 ἀγχιάλοιο

Annotation ID:

Stable URI:

Annotation Info:

Click on the marked annotation to pin this panel.

ID:

Line:

Related annotations:

Annotated word:

Diplomatic transcription:

Translation:

Comment:

Passage:

Source:

Work:

Position:

Contents:

# words and symbols:

Deleted letters and symbols:

Context:


DaLeT is licensed under CC BY-NC-SA 4.0